<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><p>Λόγος μὲν οὖν λέγεται ὁ διάλογος καθάπερ ὁ ἄνθρωπος ζῶον· ἐπεὶ δὲ ὁ λόγος ἐστὶν ὁ
            μὲν ἐνδιάθετος ὁ δὲ προορικός, ἀκουσόμεθα τοῦ προφορικοῦ· καὶ ἐπεὶ τούτου ὁ μέν ἐστι
            κατὰ διέξοδον λεγόμενος, ὁ δὲ κατ᾽ ἐρώτησιν καὶ ἀπόκρισιν, ἴδιον τοῦ διαλόγου ἐρωτήσεις
            καὶ ἀποκρίσεις· ὅθεν ὁ λόγος ἐξ ἐρωτήσεως εἶναι λέγεται. τὸ δὲ περί τινος τῶν φιλοσόφων
            καὶ πολιτικῶν πραγμάτων πρόσκειται, διότι οἰκείαν εἶναι δεῖ τὴν ὑποκειμένην ὕλην τῷ
            διαλόγῳ· αὕτη δέ ἐστιν ἡ πολιτικὴ καὶ φιλόσοφος. ὡς γαρ τῇ τραγῳδίᾳ καὶ ὅλως τῇ ποιήσει
            οἰκεία <pb facs="platonisdialogi06plat_0194"/>ὕλη ὑποβέβληται τῶν μύθων, οὕτως τῳ
            διαλόγῳ ἡ φιλόσοφος, τουτέστι τὰ πρὸς φιλοσοφίαν. τὸ δὲ μετὰ τῆς πρεπούσης θοποιίας τῶν
            παραλαμβανομένων προσώπων, <add>διότι</add> διαφόρων ἐν τοῖς λόγοις ὄντων τὸν βίον, τῶν μὲν
            φιλοσόφων, τῶν δὲ σοφιστικῶν, τὰ οἰκεῖα ἤθη δεῖ ἑκάστῳ ἀνατιθέναι, τῷ μὲν φιλοσόφῳ τὸ
            γενναῖον καὶ τὸ ἁπλοῦν καὶ τὸ φιλάληθες, τῷ δὲ σοφιστικῷ τὸ ποικίλον καὶ τὸ παλίμβολον
            καὶ τὸ φιλόδοξον, τῷ δὲ ἰδιωτικῷ τὸ οἰκεῖον. ἐπὶ τούτοις φησὶ καὶ τῆς κατὰ τὴν λέξιν
            κατασκευῆς· καὶ μάλα εἰκότως· ὡς γὰρ τῇ τραγῳδίᾳ καὶ τῇ κωμῳδίᾳ τὸ οἰκεῖον μέτρον δεῖ
            παρεῖναι καὶ τῇ λεγομένῃ ἱστορίᾳ τὸ πλάσμα, οὕτως καὶ τῷ διαλόγῳ τὴν οἰκείαν λέξιν καὶ
            σύνθεσιν, ἔχουσαν τὸ Ἀττικόν, τὸ εὔχαρι, τὸ ἀπέριττον, τὸ ἀνενδεές. εἰ δέ τις λεγόμενος
            λόγος μὴ καθάπερ εἶπον εἰδοποιούμενος, ἀλλ᾽ ἐνδεὴς ὤν τούτων λέγοιτο εἶναι διάλογος, οὐκ
            ὀρθῶς ἂν λέγοιτο. οὕτω τὸ παρὰ Θουκυδίδῃ λεγόμενον <del>τῶν δυνάμεων</del> εἰδοποιεῖν τὴν
            ἰδιότητα τῶν διαλόγων οὐ φήσομεν εἶναι διάλογον, ἀλλὰ μᾶλλον δύο δημηγορίας κατ᾽
            ἐνθύμησιν ἀλλήλαις ἀντιγεγραμμένας. </p></div></div></body></text></TEI>