Ὅτι τῷ μέλλοντι ἐντεύξεσθαι τοῖς Πλάτωνος διαλόγοις προσήκει πρότερον ἐπίστασθαι αὐτὸ τοῦτο, τί ποτέ ἐστιν ὁ διάλογος. οὔτε γὰρ ἄνευ τέχνης τινὸς καὶ δυνάμεως γεγραμμένοι εἰσίν, οὔτε τεχνικῶς γνωρίσαι ῥᾴδιον τῷ γε θεωρίας ἀπείρως ἔχοντι. ἀρέσκει δὲ τῷ φιλοσόφῳ περὶ παντὸς οὑτινοσοῦν τὴν σκέψιν ποιούμενον τὴν οὐσίαν τοῦ πράγματος ἐξετάζειν, ἔπειτα τί τοῦτο δύναται καὶ τί μή, πρὸς ὅ τί τε χρήσιμον πέφυκε καὶ πρὸς ὃ μή. λέγει δὲ ὧδε· περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ οὐ ἂν ἡ βουλὴ ᾖ, ἢ παρὰ τοῦτο ἁμαρτάνειν ἀνάγκη· τοὺς δὲ πολλοὺς λέηθεν, ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου· ὡς οὖν οὐκ εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτʼ ἄλλοις ὁμολογοῦσιν. ἵνα οὐν μὴ τοῦτο πάθωμεν ἐντυγχάνοντες τοῖς Πλάτωνος διαλόοις, αὐτὸ τοῦτο, ὅπερ ἔφην, σκεψόμεθα, τί ποι᾽ ἔστιν ὁ διάλογος. ἔστι τοίνυν οὐκ ἄλλο τι ἢ λόγος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος περί τινος τῶν πολιτικῶν καὶ φιλοσόφων πραγμάτων, μετὰ τῆς πρεπούσης ἠθοποιΐας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς. Λόγος μὲν οὖν λέγεται ὁ διάλογος καθάπερ ὁ ἄνθρωπος ζῶον· ἐπεὶ δὲ ὁ λόγος ἐστὶν ὁ μὲν ἐνδιάθετος ὁ δὲ προορικός, ἀκουσόμεθα τοῦ προφορικοῦ· καὶ ἐπεὶ τούτου ὁ μέν ἐστι κατὰ διέξοδον λεγόμενος, ὁ δὲ κατ᾽ ἐρώτησιν καὶ ἀπόκρισιν, ἴδιον τοῦ διαλόγου ἐρωτήσεις καὶ ἀποκρίσεις· ὅθεν ὁ λόγος ἐξ ἐρωτήσεως εἶναι λέγεται. τὸ δὲ περί τινος τῶν φιλοσόφων καὶ πολιτικῶν πραγμάτων πρόσκειται, διότι οἰκείαν εἶναι δεῖ τὴν ὑποκειμένην ὕλην τῷ διαλόγῳ· αὕτη δέ ἐστιν ἡ πολιτικὴ καὶ φιλόσοφος. ὡς γαρ τῇ τραγῳδίᾳ καὶ ὅλως τῇ ποιήσει οἰκεία ὕλη ὑποβέβληται τῶν μύθων, οὕτως τῳ διαλόγῳ ἡ φιλόσοφος, τουτέστι τὰ πρὸς φιλοσοφίαν. τὸ δὲ μετὰ τῆς πρεπούσης θοποιίας τῶν παραλαμβανομένων προσώπων, διότι διαφόρων ἐν τοῖς λόγοις ὄντων τὸν βίον, τῶν μὲν φιλοσόφων, τῶν δὲ σοφιστικῶν, τὰ οἰκεῖα ἤθη δεῖ ἑκάστῳ ἀνατιθέναι, τῷ μὲν φιλοσόφῳ τὸ γενναῖον καὶ τὸ ἁπλοῦν καὶ τὸ φιλάληθες, τῷ δὲ σοφιστικῷ τὸ ποικίλον καὶ τὸ παλίμβολον καὶ τὸ φιλόδοξον, τῷ δὲ ἰδιωτικῷ τὸ οἰκεῖον. ἐπὶ τούτοις φησὶ καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς· καὶ μάλα εἰκότως· ὡς γὰρ τῇ τραγῳδίᾳ καὶ τῇ κωμῳδίᾳ τὸ οἰκεῖον μέτρον δεῖ παρεῖναι καὶ τῇ λεγομένῃ ἱστορίᾳ τὸ πλάσμα, οὕτως καὶ τῷ διαλόγῳ τὴν οἰκείαν λέξιν καὶ σύνθεσιν, ἔχουσαν τὸ Ἀττικόν, τὸ εὔχαρι, τὸ ἀπέριττον, τὸ ἀνενδεές. εἰ δέ τις λεγόμενος λόγος μὴ καθάπερ εἶπον εἰδοποιούμενος, ἀλλ᾽ ἐνδεὴς ὤν τούτων λέγοιτο εἶναι διάλογος, οὐκ ὀρθῶς ἂν λέγοιτο. οὕτω τὸ παρὰ Θουκυδίδῃ λεγόμενον τῶν δυνάμεων εἰδοποιεῖν τὴν ἰδιότητα τῶν διαλόγων οὐ φήσομεν εἶναι διάλογον, ἀλλὰ μᾶλλον δύο δημηγορίας κατ᾽ ἐνθύμησιν ἀλλήλαις ἀντιγεγραμμένας. Ἐπεὶ οὖν ὅ τί ποτέ ἐστιν ὁ διάλογος τεθεωρήκαμεν, περὶ τῆς διαφορᾶς αὐτοῦ τοῦ κατὰ Πλάτωνα διαλόγου ἴδωμεν, τουτέστι περὶ τῶν χαρακτήρων, πόσοι τέ εἰσιν οἱ ἀνωτάτω καὶ πόσοι ἐκείνων ὑποδιαιρεθέντες εἰς τοὺς ἀτόμους ἐστήσαντο. περὶ μὲν οὖν χαρακτήρων ἐν τοῖς ἑξῆς τελεώτατα μετὰ ὑπογραφῆς εἰρήσεται, ἐνθάδε δὲ γνωστέον τοσοῦτον περὶ τῶν ἀνωτάτω χαρακτήρων, ὅτι δύο ὄντων, ὑφηγητικοῦ καὶ ζητητικοῦ, ὁ μὲν ὑφηγητικὸς ἥρμοσται πρὸς διδασκαλίαν καὶ πρᾶξιν καὶ ἀπόδειξιν τοῦ ἀληθοῦς, ὁ δὲ ζητητικὸς πρὸς γυμνασίαν καὶ ἀγῶνα καὶ ἔλεγχον τοῦ ψεύδους· καὶ ὅτι ο μὲν ὑφηγητικὸς τῶν πραγμάτων στοχάζεται, ὁ δὲ ζητητικὸς τῶν προσώπων. τῶν μὲν οὖν Πλάτωνος διαλόγων ὑπάγονται τῷ μὲν φυσικῷ ὁ Τίμαιος, τῷ δὲ ἠθικῷ ἡ Ἀπολογία, τῷ δὲ λογικῷ Θεάγης, Κρατύλος, Λύσις, Σοφιστής, Λάχης, Πολιτικός, τῷ δὲ ἐλεγκτικῳῷ Παρμενίδης, Πρωταγόρας· τῷ δὲ πολιτικῷ Κρίτων, Πολιτεία, Φαίδων, Μίνως, Συμπόσιον, Νόμοι, Ἐπιστολαί, Ἐπινομίς, Μενέξενος, Κλειτοφῶν, Φίληβος· τῷ δὲ πειραστικῷ ὐθύφρων, Μένων, Ἴων, Χαρμίδης· τῷ δὲ μαιευτικῷ Ἀλκιβιάδης, τῷ δὲ ἀνατρεπτικῷ Ἱππίας, Εὐθύδημος, Γοργίας. Ἐπεὶ οὖν τεθεωρήκαμεν τὴν διαφορὰν αὐτῶν ὡς πέφυκε γίγνεσθαι καὶ τοὺς χαρακτῆρας, ἐπὶ τούτοις λεγωμεν, ἀπὸ ποίων διαλόγων δεῖ ἀρχομένους ἐντυγχάνειν τῷ Πλάτωνος λόγῳ. διάφοροι γὰρ δόξαι γεγόνασιν· οἱ μὲν ἀπὸ τῶν πιστολῶν ἄρχονται, οἱ δὲ ἀπὸ τοῦ Θεάγους· εἰσὶ δὲ οἱ κατὰ τετραλογίαν διελόντες αὐτοὺς καὶ τάττουσι πρώτην τετραλογία περιέχουσαν τὸν Εὐθύφρονα καὶ τὴν Ἀπολογίαν καὶ τὸν Κρίτωνα καὶ τὸν Φαίδωνα· τὸν μὲν οὐν Εὐθύφρονα, ἐπεὶ καὶ ἐπαγγέλλεται τῷ Σωκράτει ἐν αὐτῷ ἡ δίκη, τὴν δὲ Ἀπολογίαν, ἐπειδὴ ἀναγκαῖον αὐτῷ ἀπολογήσασθαι, ἐπὶ τούτοις τὸν Κρίτωνα διὰ τὴν ἐν τῷ δεσμωτηρίῳ διατριβήν, ἔπειτα τὸν Φαίδωνα, ἐπεὶ ἐν αὐτῷ τέλος τοῦ βίου λαμβάνει ὁ Σωκράτης. ταύτης τῆς δόξης εἰσὶ Δερκυλλίδης καὶ Θράσυλλος, δοκοῦσι δέ μοι προσώποις καὶ βίων περιστάσεσιν ἠθεληκέναι τάξιν ἐπιθεῖναι· ὅ ἐστι μὲν ἴσως χρήσιμον πρὸς ἄλλο τι, οὐ μὴν πρὸς ὃ ἡμεῖς νῦν βουλόμεθα, βουλόμεθα δὲ ἀρχὴν καὶ διάταξιν διδασκαλίας τῆς κατὰ σοφίαν εὑρεῖν. φαμὲν οὖν Πλάτωνος λόγου μὴ εἶναι μίαν καὶ ὡρισμένην ἀρχήν· ἐοικέναι γὰρ αὐτὸν τέλειον ὄντα τελείῳ σχήματι κύκλου· ὥσπερ οὖν κύκλου μία καὶ ὡρισμένη οὐκ ἔστιν ἀρχή, οὕτως οὐδὲ τοῦ λόγου. Οὐ μὴν διὰ τοῦτο ὁπωσοῦν ὡς ἔτυχεν ἐντευξόμεθα αὐτῷ· οὐδὲ γὰρ εἰ δέοι κύκλον γράφειν, ἀφ᾽ οὑτινοσοῦν σημείου ἀρχόμενός τις γράφει τὸν κύκλον· ἀλλ᾽ ἀφ᾽ ἧς ἂν ἕκαστος ἡμῶν σχέσεως ἔχῃ πρὸς τὸν λόγον ἀρχόμενος ἐντεύξεται τοῖς διαλόγοις. σχέσεις δὲ πλείους καὶ διάφοροί εἰσιν ἡμῶν πρὸς τὸν λόγον. ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, οἷον εὐφυὴς ἀφυής· ἡ δὲ κατὰ τὴν ἡλικίαν, οἷον ὥραν ἔχων τοῦ φιλοσοφεῖν παρηβηκώς· ἡ δὲ κατὰ προαίρεσιν, οἷον φιλοσοφίας ἢ ἱστορίας ἕνεκα· ἡ δὲ κατὰ ἕξιν, οἷον προτετελεσμένος ἢ ἀμαθής· ἡ δὲ κατὰ τὴν ὕλην, οἷον ἐνασχολῶν φιλοσοφίᾳ ἢ περιελκόμενος ὑπὸ τῶν περιστάσεων. ὁ μὲν οὖν κατὰ φύσιν εὖ πεφυκώς, καὶ κατὰ τὴν ἡλικίαν ὥραν ἔχων τοῦ φιλοσοφεῖν, καὶ κατὰ τὴν προαίρεσιν ἕνεκα τοῦ ἀρετὴν ἀσκῆσαι προσιὼν τῷ λόγῳ, καὶ κατὰ τὴν ἕξιν προτετελεσμένος τοῖς μαθήμασι, καὶ ἀφειμένος ἀπὸ τῶν πολιτικῶν περιστάσεων, ἄρξεται ἀπὸ τοῦἈλκιβιάδου πρὸς τὸ τραπῆναι καὶ ἐπιστραφῆναι καὶ γνῶναι οὗ δεῖ τὴν ἐπιμέλειαν ποιεῖσθαι. εἶθ᾽ ὥσπερ πρὸς παράδειγμα καλὸν ἰδεῖν, τίς ἐστιν ὁ φιλόσορος καὶ τίς αὐτοῦ ἡ ἐπιτήδευσις καὶ ἐπὶ ποίᾳ ὑποθέσει ὁ παρ᾽ αὐτῷ λόγος προσάγεται, δεήσει τῷ Φαίδωνι ἑξῆς ἐντυγχάνειν· λέγει γὰρ ἐν τούτῳ, τίς ἐστι φιλόσς, καὶ τίς ἐστιν ἥ γε ἐπιτήδευσις, καὶ ἐπὶ ὑποθέσει τοῦ ἀθάνατον εἶναι τὴν ψυχὴν δίεισι τὸν περὶ αὐτοῦ λόγον. μετὰ τοῦτο τῇ Πολιτείᾳ δέοι σ᾽ ἐντυγχάνειν· ἀρξάμενος γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ὑπογράφει πᾶσαν τὴν παιδείαν, ᾗ χρώμενος ἀφίκοιτο ἄν τις ἐπὶ τὴν τῆς ἀρετῆς κτῆσιν. ἐπεὶ δὲ δεῖ καὶ ἐν γνώσει τῶν θείων γενέσθαι, ὡς δύνασθαι κτησάμενον τὴν ἀρετὴν ὁμοιωθῆναι αὐτοῖς, ἐντευξόμεθα τῷ Τιμαίῳ· αὐτῇ γὰρ τῇ περὶ τὴν φύσιν ἱστορίᾳ ἐντυγχάνοντες καὶ τῇ λεγμένῃ θεολογίᾳ καὶ τῇ τῶν ὅλων διατάξει ἀντοψόμεθα τὰ θεῖα ἐναργῶς.