<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="35"><p rend="indent">Ὁποῖος δέ ἐστιν ὁ φιλόσοφος προειρημένου, τούτου διαφέρει ὁ σοφιστὴς τῷ
            μὲν τρόπῳ, ὅτι μισθαρνίᾳ τῶν νέων καὶ τῷ μᾶλλον νομίζεσθαι βούλεσθαι ἢ εἶναι καλὸς καὶ
            ἀγαθός· τῇ δὲ ὕλῃ, ὅτι ὁ μὲν φιλόσοφος περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα
            καταγίνεται, ὁ δὲ σοφιστὴς περὶ τὸ μὴ ὄνπραγματεύεται, ἀναχωρῶν εἰς τόπον διὰ τὸ
            σκοτεινὸν δυσδιόρατον. τῷ γὰρ ὄντι οὐκ ἀντίκειται τὸ μὴ ὄν· τοῦτο γὰρ ἀνύπαρκτον καὶ
            ἀνεννόητον καὶ μηδεμίαν ἔχον ὑπόστασιν, ὃ καὶ εἴ τις εἰπεῖν ἢ νοῆσαι βιάζοιτο,
            περιτραπήσεται διὰ τὸ μάχην αὐτὸ ἐν ἑαυτῷ περιέχειν. ἔστι δὲ τὸ μὴ ὄν, καθ᾽ ὃ
            ἐξακούεται, οὐ ψιλὴἀπόφασις τοῦ ὄντος, ἀλλὰ μετὰ συνεμφάσεως τῆς πρὸς ἕτερον, ὅπερ
            καί τῷ τρόπῳ ὄντι παρέπεται· ὡς εἰ μὴ καὶ αὐτὰ μετελάμβανε τοῦ μὴ ὄντος, οὐκ ἂν
            ἐχωρίζετο τῶν ἄλλων· νῦν δὲ ὅσαπέρ ἐστι τὰ ὄντα, τοσαυταχῶς καὶ τὸ μὴ ὄν· τὸ γὰρ μὴ τὶ
            ὂν οὐκ ἔστιν ὄν. </p></div></div></body></text></TEI>