Τῶν δὲ πολιτειῶν φησὶ τὰς μὲν ἀνυποθέτους εῖαι, ἃς ἐν τῇ Πολιτείᾳ διεξῆλθεν· ἐν γὰρ ταύτῃ προτέραν μὲν ὑπέγραψε τὴν ἀπόλεμον, δευτέραν δὲ τὴν φλεγμαίνουσαν καὶ πολεμικήν, ζητῶν, τίνες ἂν εἶεν αἱ βέλτισται τούτων καὶ πῶς ἂν συσταῖεν. ἔστι δέ που παραπλησίως τῇ διαιρέσει τῆς ψυχῆς καὶ ἡ πολιτεία διῃρημένη τριχῆ, εἴς τε τοὺς φρουροὺς καὶ εἰς τοὺς ἐπικούρους καὶ εἰς τοὺς δημιουργούς, ὧν τοῖς μὲν τὸ βουλευεσθαι καὶ ἄρχειν ἀποδίδωσι, τοῖς δὲ τὸ προπολεμεῖν εἰ δέοι, οὓς κατὰ τὸ θυμικὸν τακτέον ὥσπερ συμμαχοῦντας τῷ λογιστικῷ, τοῖς δὲ τὰς τέχνας καὶ τὰς ἄλλας ἐργασίας, τοὺς δὲ ἄρχοντας ἀξιοῖ φιλοσόφους εἶναι καὶ θεωρητικοὺς τοῦ πρώτου ἀγαθοῦ. μόνως γὰρ οὕτως κατὰ τρόπον διοικήσειν αὐτοὺς πάντα· οὐ γάρ ποτε κακῶν λήξειν τὰ πράγματα τὰ ἀνθρώπινα, εἰ μὴ οἱφιλόσοφοι βασιλεύσειαν ἢ οἱ λεγόμενοι βασιλεῖς ἀπό τινος θείας μοίρας ὄντως φιλοσοφήσειαν. ἄριστα γὰρ καὶ μετὰ δικαιοσύνης ἐπανάξειν τὰς πόλεις τὰ τηνικάδε, ὅταν ἕκαστον μέρος αὐτονομῇ, ὥστε προβουλεύειν μὲν τοὺς ἄρχοντας τοῦ λαοῦ, τοὺς δὲ συμμάχους τούτοις ὑπηρετεῖν καὶ τούτων προμάχεσθαι, τούτοις δὲ εὐπειθῶς συνέπεσθαι τοὺς λοιπούς. πέντε δέ φησιν εἶναι πολιτείας, τήν τε ἀριστοκρατικήν, ὁπόταν οἱ ἄριστοι ἄρχωσι, καὶ δευτέραν τὴν τιμοκρατικήν, φιλοτίμων ὄντων τῶν ἀρχόντων, καὶ τρίτην τὴν ὀλιγαρχικήν, καὶ μετὰ ταύτην τὴν δημοκρατικήν, τελευταίαν δὲ τὴν τυραννίδα, χειρίστην ὑπάρχουσαν. ὑπογράφει δὲ καὶ ἄλλας πολιτείας ἐξ ὑποθέσεως, ὧν ἐστὶν ἥ τε ἐν Νόμοις καὶ ἡ ἐκ διορθωύσεως ἐν Ἐπιστολαῖς, ᾗ χρῆται πρὸς τὰς νενοσηκυίας πόλεις τὰς ἐν τοῖς Νόμοις, ἤδη καὶ τόπον ἀφωρισμένον ἐχούσας καὶ ἀνθρώπους λογάδας ἀπὸ πάσης ἡλικίας, ὥστε κατὰ τὰς διαφορὰς τῆς φύσεως αὐτῶν καὶ τῶν τόπων παιδείας τε οἰκείας δεῖσθαι καὶ ἀγωγῆς καὶ ὁπλίσεως. οἱ μὲν γὰρ παραθαλάττιοι καὶ ναυτίλλοιντο ἂν καὶ ναυμαχοῖεν, οἱ δὲ ἐν μεσογαίᾳ οἰκοῦντες πρὸς πεζομαχίαν ἁρμόττοιντο ἂν καὶ ὅπλισιν ἢ κουφοτέραν, ὡς οἱ ὄρειοι, ἢ βαρυτέραν, ὡς ἐν γεωλόφοις οἰκοῦντες πεδίοις· ἔνιοι δ᾽ αὐτῶν καὶ ἱππασίαν ἂν ἐπασκοῖεν. ἐν ταύτῃ δὲ τῇ πόλει οὐδὲ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. ἔστιν οὖν πολιτικὴ ἀρετὴ θεωρητική τε καὶ πρακτικὴ καὶ προαιρετικὴ τοῦ ἀγαθὴν ποιεῖν πόλιν καὶ εὐδαίμονα καὶ ὁμονοοῦσάν τε καὶ συμφωνοῦσαν, ἐπιτακτική τις οὖσα καὶ ἔχουσα ὑποβεβλημένας πολεμικήν τε καὶ στρατηγικὴν καὶ δικαστικήν· σκέπτεται γὰρ ἡ πολιτικὴ ἄλλα τε μυρία καὶ δὴ καὶ αὐτὸ τοῦτο, εἴτε πολεμητέον εἴτε μή.