Φιλία δὲ ἡ μάλιστα καὶ κυρίως λεγομένη οὐκ ἄλλη τίς ἐστι τῆς συνισταμένης κατ᾽ εὔνοιαν ἀντίστροφον· αὕτη δὲ ὑφίσταται, ὅταν ἐπίσης ἑκάτερος βούληται τὸν πλησίον καὶ εαυτὸν εὖ πράττειν. ἡ δὲ ἰσότης αὕτη οὐκ ἄλλως σώζεται ἢ κατὰ τὴν τοῦ ἤθους ὁμοιότητα· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ὑπάρχει, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς συμμέτροις δύναται ἐφαρμόσαι. εἰσὶ δέ τινες καὶ ἄλλαι νομιζόμεναι φιλίαι, οὐ μὴν καὶ οὖσαι, ὑπὸ τῆς ἀρετῆς οἷον ἐπικεχρωσμέναι· ἥ τε φυσικὴ τῶν γονέων πρὸς τὰ ἔκγονα καὶ ἡ τῶν συγγενῶν πρὸς ἀλλήλονς καὶ ἡ λεγομένη πολιτικὴ καὶ ἡ ἑταιρική, αὗται δὲ οὐκ ἀεὶ ἔχουσι τὸ ἀντίστροφον τῆς εὐνοίας. εἶδος δέ πως φιλίας ἐστὶ καὶ τὸ ἐρωτικόν· ἔστι δὲ ἐρωτικὴ ἡ μὲν ἀστεία, ἡ τῆς σπουδαίας ψυχῆς, ἡ δὲ φαύλη, ἡ τῆς κακῆς, μέση δὲ ἡ τῆς μέσως διακειμένης. ὥσπερ οὖν τρεῖς εἰσὶν ἕξεις ψυχῆς λογικοῦ ζώου, ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη, τρίτη δὲ τούτων μέση, οὕτω καὶ τρεῖς ἐρωτικαὶ εἶεν ἂν κατ᾽ εἶδος ἀλλήλων διαφέρουσαι· τὸ δ᾽ εἶναι τρεῖς αὐτὰς δηλοῦσι μάλιστα οἱ σκοποὶ διαφέροντες ἀλλήλων. ἡ μὲν γὰρ φαύλη μόνου τοῦ σώματός ἐστι, τοῦ ἡδέος ἡττωμένη καὶ ταύτῃ βοσκηματώδης ὑπάρχουσα· ἡ δὲ ἀστεία ψιλῆς τῆς ψυχῆς ἕνεκεν, ᾗ ἐνορᾶται ἐπιτηδειότης πρὸς ἀρετήν· ἡ δὲ μέση τοῦ συναμφοτέρου, ὀρεγομένη μὲν τοῦ σώματος, ὀρεγομένη δὲ καὶ τοῦ κάλλους τῆς ψυχῆς. ὁ δὲ ἀξιέραστος καὶ αὐτὸς μέσος τις ὑπάρχει οὔτε φαῦλος ὢν οὔτε ἀστεῖος, ὅθεν καὶ σωματοποιουμενονἼρωτα δαίμονά τινα μᾶλλον φατέον ἤπερ θεὸν μηδέποτε ἐν γηΐνῳ σώματι γεγενημένον, διαπορθμεύοντα τὰ παρὰ θεῶν ἀνθρώποις καὶ ἀνάπαλιν. κοινῶς δὲ τῆς ἐρωτικῆς εἰς τὰς τρεῖς ἰδέας διῃρημένης τὰς προειρημένας, ἡ τοῦ ἀγαθοῦ τοίνυν ἐρωτικὴ ἀπηλλαγμένη πάθους τεχνική τις ὑπάρχει, ὅθεν καὶ ἐν τῷ λογιστικῷ συνίσταται τῆς ψυχῆς· θεωρήματα δ᾽ αὐτῆς τὸ γνῶναί τε τὸν ἀξιέραστον καὶ κτήσασθαι καὶ χρήσασθαι· ἐπικρίνει δὲ αὐτὸν ἐκ τῶν προθέσεων αὐτοῦ καὶ ὁρμῶν, εἰ εὐγενεῖς, εἰ ἐπὶ τὸ καλὸν γινόμεναι, εἰ σφοδραί τε καὶ διάπυροι· κτήσεται δὲ αὐτὴν ὁ κτώμενος οὐ θρύπτων οὐδ᾽ ἐπαινῶν τὰ παιδικά, ἀλλὰ μᾶλλον κωλύων καὶ ἐνδεικνύμενος, ὅτι οὐ βιωτὸν αὐτῷ οὕτως ἔχοντι ὡς νῦν ἔχει· ὅταν δ᾽ ἕλῃ τὸν ἐρώμενον, χρήσεται αὐτῷ παρεγγυῶν ταῦτα, δι᾽ ὧν ἀσκηθεὶς ἔσται τέλειος, τέλος δὲ αὐτοῖς τὸ ἀντὶ ἐραστοῦ καὶ ἐρωμένου γενέσθαι φίλους.