<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="32"><p rend="indent">Ἐπεὶ δὲ αἱ πλεῖσται ἀρεταὶ περὶ πάθη γίνονται, διοριστέον καὶ περὶ τοῦ
            πάθους, ὁποῖόν τι ὑπάρχει. ἔστι τοίνυν πάθος κίνησις ἄλογος ψυχῆς ὡς ἐπὶ κακῷ ἢ ὡς ἐπ᾽
            ἀγαθῷ. ἄος μὲν οὖν εἴρηται κίνησις, ὅτι οὐ κρίσεις τὰ πάθη οὐδὲ δόξαι, ἀλλὰ τῶν ἀλόγων
            τῆς ψυχῆς μερῶν κινήσεις· ἐν γὰρ τῷ παθητικῷ τῆς ψυχῆς συνίσταται, καὶ τὰ ἡμέτερα
            ἔργα οὐδὲ ἐφ᾽ ἡμῖν. ἄκουσι γοῦν ἐν ἡμῖν ἐγγίνεται πολλάκις καὶ ἀντιτείνουσιν· ἔσθ᾽
            ὅτε δὲ καὶ γινώσκοντες, ὅτι οὐ λυπηρὰ τὰ προσπεπτωκότα οὐδὲ ἡδέα οὐδὲ μὴν φοβερά, οὐδὲν
            ἧττον ἀγόμεθα ὑπ᾽ αὐτῶν, οὐκ ἂν παθόντες ταῦτα, εἰ κρίσεσι τὰ αὐτὰ ἦν· ταύτας γὰρ 
            ἀποβάλλομεν καταγνόντες αὐτῶν, εἴτε δεόντως εἴτε μὴ δεόντως. ἐπ᾽ ἀγαθῷ δὲ ἢ καὶ ἐπὶ κακῷ,
            ἐπειδὴ κατ᾽ ἔμφασιν ἀδιαφόρου πράγματος οὐ κινεῖται πάθος· πάντα γὰρ συνίσταται
            ἢ κατὰ ἀγαθοῦ ἔμφασιν ἢ κατὰ κακοῦ. ἀγαθὸν γὰρ ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, ἡδόμεθα,
            ἐὰν δὲ μέλλειν, ἐπιθυμοῦμεν· καὶ κακὸν ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, λυπούμεθα, τὸ δὲ
            μέλλον φοβούμεθα. ἔστι δὲ πάθη ἁπλᾶ καὶ στοιχειώδη δύο, ἡδονή τε καὶ λύπη, <pb facs="platonisdialogi06plat_0232"/>τἆλλα δὲ ἐκ τούτων πέπλασται. οὐ γὰρ συναριθμητέον
            τούτοις φόβον καὶ ἐπιθυμίαν ὡς ἀρχικὰ ὑπάρχοντα καὶ ἁπλᾶ. ὅ τε γὰρ φοβούμενος οὐ
            παντελῶς ἐστέρηται ἡδονῆς· οὐδὲ γὰρ τόν τυχόντα ἄν τις διαγένοιτο χρόνον, ἀπογινώσκων
            ἀπαλλαγὴν ἢ κουφισμὸν τοῦ κακοῦ· πλεονάζει μέντοι ἐν τῷ λυπεῖσθαι καὶ ὀχλεῖσθαι, καὶ
            διὰ τοῦτο συνῆπται τῇ λύπῃ· ὅ τε ἐπιθυμῶν ἐν προσδοκίᾳ μένων τοῦ τεύξεσθαι ἥδεται,
            οὐ παντελῶς δὲ θαρρῶν οὐδ᾽ ἔχων βέβαιον τὴν ἐλπίδα ἄχθεται. ἐπιθυμίας δὴ καὶ φόβου μὴ
            ὄντων ἀρχικῶν, ἀνενδοιάστως συγχωρηθήσεται τὸ μηδὲ τῶν ἄλλων παθῶν τι ἁπλοῦν εἶναι,
            οἷον ὀργὴν λέγω καὶ πόθον καὶ ζῆλον καὶ ὅσα τοιαῦτα· ἐν τούτοις γὰρ ἐνορᾶται ἡδονὴ καὶ
            λύπη ὡς ἂν ἐκ τούτων μεμιγμένοις. τῶν δὲ παθῶν τὰ μέν ἐστιν ἄγρια, τὰ δὲ ἥμερα· καὶ
            ἥμερα μὲν ὅσα κατὰ φύσιν ὑπάρχει τῷ ανθρώπῳ ἀναγκαῖά τε καὶ οἰκεῖα· οὕτω δ᾽ ἔχει,
            ἕως ἂν σύμμετρα ὑπάρχῃ· προσελθούσης δ᾽ αὐτοῖς ἀμετρίας, ἡμαρτημένα ὑπάρξει. τοιαῦτά
            ἐστιν ἡδονή, λύπη, θυμός, ἔλεος, αἰσχύνη· οἰκεῖον γὰρ τὸ ἡσθῆναι ἐπὶ τοῖς κατὰ φύσιν,
            λυπηθῆναι δὲ ἐπὶ τοῖς ἐναντίοις· καὶ ὁ μὲν θυμὸς πρὸς τὸ ἀμύνεσθαι καὶ τιμωρεῖσθαι τοὺς
            ἐχθροὺς ἀναγκαῖος, ὁ δὲ ἔλεος οἰκεῖος φιλανθρωπίᾳ, αἰσχύνη δὲ πρὸς ἀναχώρησιν ἀπὸ
            τῶν αἰσχρῶν ἐπιτήδειος. ἄλλα δ᾽ ἄγριά ἐστι πάθη, ἅπερ παρὰ φύσιν ἐστίν, ἐκ
            διαστροφῆςσυσάντα καὶ ἐθῶν μοχθηρῶν· ταῦτα δ᾽ ὑπάρχει γέλως καὶἐπιχαιρεκακία καὶ
            μισανθρωπία, ἃ καὶ ἐπιτεινόμενα καὶ ἀνιέμενα καὶ ὁπωσποτοῦν ἔχοντα διημαρτημένα ὄντα
            τυγχάνει, μετριότητα μὴ δεχόμενα. περὶ δὲ ἡδονῆς καὶ λύπης φησὶν ὁ Πλάτων, ὅτι ταῦτα τὰ
            πάθη φύσει πως ἀρχῆθεν ἐν ἡμῖν κινηθέντα φέρεται, τῆς μὲν λύπης καὶ τῆς ἀλγηδόνος
            ἐπιγινομένων παρὰ φύσιν κινουμένοις, τῆς δὲ ἡδονῆς εἰς τὸ κατὰ φύσιν ἀποκαθισταμένοις·
            οἴεται δὲ κατὰ φύσιν κατάστημα εἶναι τὸ μέσον ἀλγηδόνος τε καὶ ἡδονῆς, οὐθετέρῳ ἐκείνων
            ὂν τὸ αὐτό, ἐν ᾧ καὶ τὸν πλείω χρόνον ὑπάρχομεν. διδάσκει δὲ καὶ διότι πολλά ἐστιν εἴδη
            ἡδονῶν, τὰ μὲν διὰ τοῦ σώματος, τὰ δὲ διὰ τῆς ψυχῆς· τῶν δὲ ἡδονῶν τὰς μὲν μίγνυσθαι
            τοῖς ἐναντίοις, τὰς δὲ παραμένειν καθαράς τε καὶ εἱλικρινεῖς· καὶ τὰς μὲν
            ἀναμνηστικάς, τὰς δὲ μετ᾽ ἐλπίδος γινομένας· καὶ τὰς μὲν αἰσχράς, ὅσαι ἀκόλαστοί τε
            καὶ μετὰ ἀδικίας, τὰς δὲ μετρίας καὶ ἁμωσγέπως μετεχούσας τοῦ ἀγαθοῦ, οἷον τήν τε
            εὐφροσύνην τὴν ἐπὶ τοῖς ἀγαθοῖς καὶ τὰς <pb facs="platonisdialogi06plat_0233"/>ἐν ταῖς
            ἀρεταῖς ἡδονάς. πεφυκυιῶν δὲ πολλῶν ἀδοκίμωνηδονῶν, οὐ ζητητέον εἰ τῶν ἁπλῶς ἀγαθῶν
            δύναται εἶναι· ἐξίτηλος γὰρ φαίνεται καὶ οὐδενὸς ἀξία, ἐπιγεννηματικὴ τῇ φύσει ὑπάρχουσα
            καὶ οὐδὲν οὐσιῶδες οὐδὲ προηγούμενον ἔχουσα, συνυπάρχουσα δὲ τῷ ἐναντίῳ·
            μίγνυται γὰρ ἡδονὴ καὶ λύπη, οὐκ ἂν δὲ συνέβαινε τοῦτο, εἰ τὸ μὲν ἁπλῶς ἦν ἀγαθόν,
            θάτερον δὲ κακόν. </p></div></div></body></text></TEI>