Ἐπεὶ δὲ καί, εἴ τι ἄλλο ἐφ᾽ ἡμῖν ἐστὶ καὶ ἀδεσπτον, καὶ ἡ ἀρετὴ τοιοῦτον ὑπάρχει — οὐδὲ γὰρ ἂν ἐπαινετὸν ἦν τὸ καλόν, εἰ ἐκ φύσεως ἤ τινος θείας μοίρας παρεγένετο — καὶ ἑκούσιον ἂν εἴη ἡ ἀρετή, καθ᾽ ὁρμήν τινα συνισταμένη διάπρον καὶ γενναίαν καὶ ἔμμονον· τῷ δὴ τὴν ἀρετὴν ἑκούσιον εἶναι ἕπεται τὸ τὴν κακίαν ἀκούσιον ὑπάρχειν. τίς γὰρ ἂν ἑκὼν ἐν τῷ καλλίστῳ ἑαυτοῦ μέρει καὶ τιμιωτάτῳ ἕλοιτο ἔχειν τὸ μέγιστον τῶν κακῶν; εἰ δέ τις ἐπὶ κακίαν ὁρμᾷ, πρῶτον μὲν οὐχ ὡς ἐπὶ κακίαν αὐτὴν ὁρμήσει, ἀλλ᾽ ὡς ἐπ᾽ ἀγαθόν· εἰ δὲ καὶ παραγίνεταί τις ἐπὶ κακίαν πάντως ὁ τοιοῦτος ἐξηπάτηται ὡς δι᾽ ἐλάττονός τινος κακοῦ ἀποικονομησόμενος μεῖζον ἀγαθόν, καὶ ταύτῃ ἀκουσίως ἐλεύσεται· ἀδύνατον γὰρ ὁρμᾷν τινὰ ἐπὶ κακὰ βουλόμενον ἔχειν αὐτά, οὔτε ἐλπίδι ἀγαθοῦ οὔτε φόβῳ μείζονος κακοῦ. καὶ ὅσα δὴ ἀδικεῖ ὁ φαῦλος, ἀκούσια ὑπάρχει· τῆς γὰρ ἀδικίας ἀκουσίου οὔσης, πολὺ μᾶλλον τὸ ἀδικεῖν ἀκούσιον ἂν εἴη, ὅσῳ καὶ μεῖζον κακὸν ἂν τυγχάνοι τὸ ἐνεργεῖν αὐτὸν κατὰ ἀδικίαν τοῦ ἔχειν αὐτὴν ἠρεμοῦσαν. καίτοι δὲ ἀκουσίων ὄντων τῶν ἀδικημάτων, κολαστέον τοὺς ἀδικοῦντας καὶ διαφόρως· αἵ τε γὰρ βλάβαι διάφοροι, καὶ τὸ ἀκούσιον ἐν ἀγνοίᾳ τινὶ ἢ πάθει κεῖται, ἅπαντα δὲ τὰ τοιαῦτα ἔξεστιν ἀποτρίψασθαι καὶ λόγῳ καὶ ἤθεσιν ἀστείοις καὶ μελέτη. τοσοῦτον δὲ κακὸν ἀδικία, ὥστε φευκτότερον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηροῦ ἔργον, τὸ δὲ ἀδικεῖσθαι πάθος ἀσθενοῦς. αἰσχρὸν μὲν δὴ ἑκάτερον, τὸ δὲ ἀδικεῖν τοσούτῳ κάκιον, ὅσῳπερ καὶ αἴσχιον· λυσιτελεῖ δὲ τῷ ἀδικοῦντι ὑποσχεῖν δίκην, ὡς καὶ τῷ νενοσηκότι ὑποσχεῖν ἰατρῷ τὸ σῶμα εἰς θεραπείαν· πᾶσα γὰρ κόλασις ἰατρεία τίς ἐστιν ἡμαρτηκυίας ψυχῆς. Ἐπεὶ δὲ αἱ πλεῖσται ἀρεταὶ περὶ πάθη γίνονται, διοριστέον καὶ περὶ τοῦ πάθους, ὁποῖόν τι ὑπάρχει. ἔστι τοίνυν πάθος κίνησις ἄλογος ψυχῆς ὡς ἐπὶ κακῷ ἢ ὡς ἐπ᾽ ἀγαθῷ. ἄος μὲν οὖν εἴρηται κίνησις, ὅτι οὐ κρίσεις τὰ πάθη οὐδὲ δόξαι, ἀλλὰ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν κινήσεις· ἐν γὰρ τῷ παθητικῷ τῆς ψυχῆς συνίσταται, καὶ τὰ ἡμέτερα ἔργα οὐδὲ ἐφ᾽ ἡμῖν. ἄκουσι γοῦν ἐν ἡμῖν ἐγγίνεται πολλάκις καὶ ἀντιτείνουσιν· ἔσθ᾽ ὅτε δὲ καὶ γινώσκοντες, ὅτι οὐ λυπηρὰ τὰ προσπεπτωκότα οὐδὲ ἡδέα οὐδὲ μὴν φοβερά, οὐδὲν ἧττον ἀγόμεθα ὑπ᾽ αὐτῶν, οὐκ ἂν παθόντες ταῦτα, εἰ κρίσεσι τὰ αὐτὰ ἦν· ταύτας γὰρ ἀποβάλλομεν καταγνόντες αὐτῶν, εἴτε δεόντως εἴτε μὴ δεόντως. ἐπ᾽ ἀγαθῷ δὲ ἢ καὶ ἐπὶ κακῷ, ἐπειδὴ κατ᾽ ἔμφασιν ἀδιαφόρου πράγματος οὐ κινεῖται πάθος· πάντα γὰρ συνίσταται ἢ κατὰ ἀγαθοῦ ἔμφασιν ἢ κατὰ κακοῦ. ἀγαθὸν γὰρ ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, ἡδόμεθα, ἐὰν δὲ μέλλειν, ἐπιθυμοῦμεν· καὶ κακὸν ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, λυπούμεθα, τὸ δὲ μέλλον φοβούμεθα. ἔστι δὲ πάθη ἁπλᾶ καὶ στοιχειώδη δύο, ἡδονή τε καὶ λύπη, τἆλλα δὲ ἐκ τούτων πέπλασται. οὐ γὰρ συναριθμητέον τούτοις φόβον καὶ ἐπιθυμίαν ὡς ἀρχικὰ ὑπάρχοντα καὶ ἁπλᾶ. ὅ τε γὰρ φοβούμενος οὐ παντελῶς ἐστέρηται ἡδονῆς· οὐδὲ γὰρ τόν τυχόντα ἄν τις διαγένοιτο χρόνον, ἀπογινώσκων ἀπαλλαγὴν ἢ κουφισμὸν τοῦ κακοῦ· πλεονάζει μέντοι ἐν τῷ λυπεῖσθαι καὶ ὀχλεῖσθαι, καὶ διὰ τοῦτο συνῆπται τῇ λύπῃ· ὅ τε ἐπιθυμῶν ἐν προσδοκίᾳ μένων τοῦ τεύξεσθαι ἥδεται, οὐ παντελῶς δὲ θαρρῶν οὐδ᾽ ἔχων βέβαιον τὴν ἐλπίδα ἄχθεται. ἐπιθυμίας δὴ καὶ φόβου μὴ ὄντων ἀρχικῶν, ἀνενδοιάστως συγχωρηθήσεται τὸ μηδὲ τῶν ἄλλων παθῶν τι ἁπλοῦν εἶναι, οἷον ὀργὴν λέγω καὶ πόθον καὶ ζῆλον καὶ ὅσα τοιαῦτα· ἐν τούτοις γὰρ ἐνορᾶται ἡδονὴ καὶ λύπη ὡς ἂν ἐκ τούτων μεμιγμένοις. τῶν δὲ παθῶν τὰ μέν ἐστιν ἄγρια, τὰ δὲ ἥμερα· καὶ ἥμερα μὲν ὅσα κατὰ φύσιν ὑπάρχει τῷ ανθρώπῳ ἀναγκαῖά τε καὶ οἰκεῖα· οὕτω δ᾽ ἔχει, ἕως ἂν σύμμετρα ὑπάρχῃ· προσελθούσης δ᾽ αὐτοῖς ἀμετρίας, ἡμαρτημένα ὑπάρξει. τοιαῦτά ἐστιν ἡδονή, λύπη, θυμός, ἔλεος, αἰσχύνη· οἰκεῖον γὰρ τὸ ἡσθῆναι ἐπὶ τοῖς κατὰ φύσιν, λυπηθῆναι δὲ ἐπὶ τοῖς ἐναντίοις· καὶ ὁ μὲν θυμὸς πρὸς τὸ ἀμύνεσθαι καὶ τιμωρεῖσθαι τοὺς ἐχθροὺς ἀναγκαῖος, ὁ δὲ ἔλεος οἰκεῖος φιλανθρωπίᾳ, αἰσχύνη δὲ πρὸς ἀναχώρησιν ἀπὸ τῶν αἰσχρῶν ἐπιτήδειος. ἄλλα δ᾽ ἄγριά ἐστι πάθη, ἅπερ παρὰ φύσιν ἐστίν, ἐκ διαστροφῆςσυσάντα καὶ ἐθῶν μοχθηρῶν· ταῦτα δ᾽ ὑπάρχει γέλως καὶἐπιχαιρεκακία καὶ μισανθρωπία, ἃ καὶ ἐπιτεινόμενα καὶ ἀνιέμενα καὶ ὁπωσποτοῦν ἔχοντα διημαρτημένα ὄντα τυγχάνει, μετριότητα μὴ δεχόμενα. περὶ δὲ ἡδονῆς καὶ λύπης φησὶν ὁ Πλάτων, ὅτι ταῦτα τὰ πάθη φύσει πως ἀρχῆθεν ἐν ἡμῖν κινηθέντα φέρεται, τῆς μὲν λύπης καὶ τῆς ἀλγηδόνος ἐπιγινομένων παρὰ φύσιν κινουμένοις, τῆς δὲ ἡδονῆς εἰς τὸ κατὰ φύσιν ἀποκαθισταμένοις· οἴεται δὲ κατὰ φύσιν κατάστημα εἶναι τὸ μέσον ἀλγηδόνος τε καὶ ἡδονῆς, οὐθετέρῳ ἐκείνων ὂν τὸ αὐτό, ἐν ᾧ καὶ τὸν πλείω χρόνον ὑπάρχομεν. διδάσκει δὲ καὶ διότι πολλά ἐστιν εἴδη ἡδονῶν, τὰ μὲν διὰ τοῦ σώματος, τὰ δὲ διὰ τῆς ψυχῆς· τῶν δὲ ἡδονῶν τὰς μὲν μίγνυσθαι τοῖς ἐναντίοις, τὰς δὲ παραμένειν καθαράς τε καὶ εἱλικρινεῖς· καὶ τὰς μὲν ἀναμνηστικάς, τὰς δὲ μετ᾽ ἐλπίδος γινομένας· καὶ τὰς μὲν αἰσχράς, ὅσαι ἀκόλαστοί τε καὶ μετὰ ἀδικίας, τὰς δὲ μετρίας καὶ ἁμωσγέπως μετεχούσας τοῦ ἀγαθοῦ, οἷον τήν τε εὐφροσύνην τὴν ἐπὶ τοῖς ἀγαθοῖς καὶ τὰς ἐν ταῖς ἀρεταῖς ἡδονάς. πεφυκυιῶν δὲ πολλῶν ἀδοκίμωνηδονῶν, οὐ ζητητέον εἰ τῶν ἁπλῶς ἀγαθῶν δύναται εἶναι· ἐξίτηλος γὰρ φαίνεται καὶ οὐδενὸς ἀξία, ἐπιγεννηματικὴ τῇ φύσει ὑπάρχουσα καὶ οὐδὲν οὐσιῶδες οὐδὲ προηγούμενον ἔχουσα, συνυπάρχουσα δὲ τῷ ἐναντίῳ· μίγνυται γὰρ ἡδονὴ καὶ λύπη, οὐκ ἂν δὲ συνέβαινε τοῦτο, εἰ τὸ μὲν ἁπλῶς ἦν ἀγαθόν, θάτερον δὲ κακόν. Φιλία δὲ ἡ μάλιστα καὶ κυρίως λεγομένη οὐκ ἄλλη τίς ἐστι τῆς συνισταμένης κατ᾽ εὔνοιαν ἀντίστροφον· αὕτη δὲ ὑφίσταται, ὅταν ἐπίσης ἑκάτερος βούληται τὸν πλησίον καὶ εαυτὸν εὖ πράττειν. ἡ δὲ ἰσότης αὕτη οὐκ ἄλλως σώζεται ἢ κατὰ τὴν τοῦ ἤθους ὁμοιότητα· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ὑπάρχει, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς συμμέτροις δύναται ἐφαρμόσαι. εἰσὶ δέ τινες καὶ ἄλλαι νομιζόμεναι φιλίαι, οὐ μὴν καὶ οὖσαι, ὑπὸ τῆς ἀρετῆς οἷον ἐπικεχρωσμέναι· ἥ τε φυσικὴ τῶν γονέων πρὸς τὰ ἔκγονα καὶ ἡ τῶν συγγενῶν πρὸς ἀλλήλονς καὶ ἡ λεγομένη πολιτικὴ καὶ ἡ ἑταιρική, αὗται δὲ οὐκ ἀεὶ ἔχουσι τὸ ἀντίστροφον τῆς εὐνοίας. εἶδος δέ πως φιλίας ἐστὶ καὶ τὸ ἐρωτικόν· ἔστι δὲ ἐρωτικὴ ἡ μὲν ἀστεία, ἡ τῆς σπουδαίας ψυχῆς, ἡ δὲ φαύλη, ἡ τῆς κακῆς, μέση δὲ ἡ τῆς μέσως διακειμένης. ὥσπερ οὖν τρεῖς εἰσὶν ἕξεις ψυχῆς λογικοῦ ζώου, ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη, τρίτη δὲ τούτων μέση, οὕτω καὶ τρεῖς ἐρωτικαὶ εἶεν ἂν κατ᾽ εἶδος ἀλλήλων διαφέρουσαι· τὸ δ᾽ εἶναι τρεῖς αὐτὰς δηλοῦσι μάλιστα οἱ σκοποὶ διαφέροντες ἀλλήλων. ἡ μὲν γὰρ φαύλη μόνου τοῦ σώματός ἐστι, τοῦ ἡδέος ἡττωμένη καὶ ταύτῃ βοσκηματώδης ὑπάρχουσα· ἡ δὲ ἀστεία ψιλῆς τῆς ψυχῆς ἕνεκεν, ᾗ ἐνορᾶται ἐπιτηδειότης πρὸς ἀρετήν· ἡ δὲ μέση τοῦ συναμφοτέρου, ὀρεγομένη μὲν τοῦ σώματος, ὀρεγομένη δὲ καὶ τοῦ κάλλους τῆς ψυχῆς. ὁ δὲ ἀξιέραστος καὶ αὐτὸς μέσος τις ὑπάρχει οὔτε φαῦλος ὢν οὔτε ἀστεῖος, ὅθεν καὶ σωματοποιουμενονἼρωτα δαίμονά τινα μᾶλλον φατέον ἤπερ θεὸν μηδέποτε ἐν γηΐνῳ σώματι γεγενημένον, διαπορθμεύοντα τὰ παρὰ θεῶν ἀνθρώποις καὶ ἀνάπαλιν. κοινῶς δὲ τῆς ἐρωτικῆς εἰς τὰς τρεῖς ἰδέας διῃρημένης τὰς προειρημένας, ἡ τοῦ ἀγαθοῦ τοίνυν ἐρωτικὴ ἀπηλλαγμένη πάθους τεχνική τις ὑπάρχει, ὅθεν καὶ ἐν τῷ λογιστικῷ συνίσταται τῆς ψυχῆς· θεωρήματα δ᾽ αὐτῆς τὸ γνῶναί τε τὸν ἀξιέραστον καὶ κτήσασθαι καὶ χρήσασθαι· ἐπικρίνει δὲ αὐτὸν ἐκ τῶν προθέσεων αὐτοῦ καὶ ὁρμῶν, εἰ εὐγενεῖς, εἰ ἐπὶ τὸ καλὸν γινόμεναι, εἰ σφοδραί τε καὶ διάπυροι· κτήσεται δὲ αὐτὴν ὁ κτώμενος οὐ θρύπτων οὐδ᾽ ἐπαινῶν τὰ παιδικά, ἀλλὰ μᾶλλον κωλύων καὶ ἐνδεικνύμενος, ὅτι οὐ βιωτὸν αὐτῷ οὕτως ἔχοντι ὡς νῦν ἔχει· ὅταν δ᾽ ἕλῃ τὸν ἐρώμενον, χρήσεται αὐτῷ παρεγγυῶν ταῦτα, δι᾽ ὧν ἀσκηθεὶς ἔσται τέλειος, τέλος δὲ αὐτοῖς τὸ ἀντὶ ἐραστοῦ καὶ ἐρωμένου γενέσθαι φίλους. Τῶν δὲ πολιτειῶν φησὶ τὰς μὲν ἀνυποθέτους εῖαι, ἃς ἐν τῇ Πολιτείᾳ διεξῆλθεν· ἐν γὰρ ταύτῃ προτέραν μὲν ὑπέγραψε τὴν ἀπόλεμον, δευτέραν δὲ τὴν φλεγμαίνουσαν καὶ πολεμικήν, ζητῶν, τίνες ἂν εἶεν αἱ βέλτισται τούτων καὶ πῶς ἂν συσταῖεν. ἔστι δέ που παραπλησίως τῇ διαιρέσει τῆς ψυχῆς καὶ ἡ πολιτεία διῃρημένη τριχῆ, εἴς τε τοὺς φρουροὺς καὶ εἰς τοὺς ἐπικούρους καὶ εἰς τοὺς δημιουργούς, ὧν τοῖς μὲν τὸ βουλευεσθαι καὶ ἄρχειν ἀποδίδωσι, τοῖς δὲ τὸ προπολεμεῖν εἰ δέοι, οὓς κατὰ τὸ θυμικὸν τακτέον ὥσπερ συμμαχοῦντας τῷ λογιστικῷ, τοῖς δὲ τὰς τέχνας καὶ τὰς ἄλλας ἐργασίας, τοὺς δὲ ἄρχοντας ἀξιοῖ φιλοσόφους εἶναι καὶ θεωρητικοὺς τοῦ πρώτου ἀγαθοῦ. μόνως γὰρ οὕτως κατὰ τρόπον διοικήσειν αὐτοὺς πάντα· οὐ γάρ ποτε κακῶν λήξειν τὰ πράγματα τὰ ἀνθρώπινα, εἰ μὴ οἱφιλόσοφοι βασιλεύσειαν ἢ οἱ λεγόμενοι βασιλεῖς ἀπό τινος θείας μοίρας ὄντως φιλοσοφήσειαν. ἄριστα γὰρ καὶ μετὰ δικαιοσύνης ἐπανάξειν τὰς πόλεις τὰ τηνικάδε, ὅταν ἕκαστον μέρος αὐτονομῇ, ὥστε προβουλεύειν μὲν τοὺς ἄρχοντας τοῦ λαοῦ, τοὺς δὲ συμμάχους τούτοις ὑπηρετεῖν καὶ τούτων προμάχεσθαι, τούτοις δὲ εὐπειθῶς συνέπεσθαι τοὺς λοιπούς. πέντε δέ φησιν εἶναι πολιτείας, τήν τε ἀριστοκρατικήν, ὁπόταν οἱ ἄριστοι ἄρχωσι, καὶ δευτέραν τὴν τιμοκρατικήν, φιλοτίμων ὄντων τῶν ἀρχόντων, καὶ τρίτην τὴν ὀλιγαρχικήν, καὶ μετὰ ταύτην τὴν δημοκρατικήν, τελευταίαν δὲ τὴν τυραννίδα, χειρίστην ὑπάρχουσαν. ὑπογράφει δὲ καὶ ἄλλας πολιτείας ἐξ ὑποθέσεως, ὧν ἐστὶν ἥ τε ἐν Νόμοις καὶ ἡ ἐκ διορθωύσεως ἐν Ἐπιστολαῖς, ᾗ χρῆται πρὸς τὰς νενοσηκυίας πόλεις τὰς ἐν τοῖς Νόμοις, ἤδη καὶ τόπον ἀφωρισμένον ἐχούσας καὶ ἀνθρώπους λογάδας ἀπὸ πάσης ἡλικίας, ὥστε κατὰ τὰς διαφορὰς τῆς φύσεως αὐτῶν καὶ τῶν τόπων παιδείας τε οἰκείας δεῖσθαι καὶ ἀγωγῆς καὶ ὁπλίσεως. οἱ μὲν γὰρ παραθαλάττιοι καὶ ναυτίλλοιντο ἂν καὶ ναυμαχοῖεν, οἱ δὲ ἐν μεσογαίᾳ οἰκοῦντες πρὸς πεζομαχίαν ἁρμόττοιντο ἂν καὶ ὅπλισιν ἢ κουφοτέραν, ὡς οἱ ὄρειοι, ἢ βαρυτέραν, ὡς ἐν γεωλόφοις οἰκοῦντες πεδίοις· ἔνιοι δ᾽ αὐτῶν καὶ ἱππασίαν ἂν ἐπασκοῖεν. ἐν ταύτῃ δὲ τῇ πόλει οὐδὲ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. ἔστιν οὖν πολιτικὴ ἀρετὴ θεωρητική τε καὶ πρακτικὴ καὶ προαιρετικὴ τοῦ ἀγαθὴν ποιεῖν πόλιν καὶ εὐδαίμονα καὶ ὁμονοοῦσάν τε καὶ συμφωνοῦσαν, ἐπιτακτική τις οὖσα καὶ ἔχουσα ὑποβεβλημένας πολεμικήν τε καὶ στρατηγικὴν καὶ δικαστικήν· σκέπτεται γὰρ ἡ πολιτικὴ ἄλλα τε μυρία καὶ δὴ καὶ αὐτὸ τοῦτο, εἴτε πολεμητέον εἴτε μή. Ὁποῖος δέ ἐστιν ὁ φιλόσοφος προειρημένου, τούτου διαφέρει ὁ σοφιστὴς τῷ μὲν τρόπῳ, ὅτι μισθαρνίᾳ τῶν νέων καὶ τῷ μᾶλλον νομίζεσθαι βούλεσθαι ἢ εἶναι καλὸς καὶ ἀγαθός· τῇ δὲ ὕλῃ, ὅτι ὁ μὲν φιλόσοφος περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα καταγίνεται, ὁ δὲ σοφιστὴς περὶ τὸ μὴ ὄνπραγματεύεται, ἀναχωρῶν εἰς τόπον διὰ τὸ σκοτεινὸν δυσδιόρατον. τῷ γὰρ ὄντι οὐκ ἀντίκειται τὸ μὴ ὄν· τοῦτο γὰρ ἀνύπαρκτον καὶ ἀνεννόητον καὶ μηδεμίαν ἔχον ὑπόστασιν, ὃ καὶ εἴ τις εἰπεῖν ἢ νοῆσαι βιάζοιτο, περιτραπήσεται διὰ τὸ μάχην αὐτὸ ἐν ἑαυτῷ περιέχειν. ἔστι δὲ τὸ μὴ ὄν, καθ᾽ ὃ ἐξακούεται, οὐ ψιλὴἀπόφασις τοῦ ὄντος, ἀλλὰ μετὰ συνεμφάσεως τῆς πρὸς ἕτερον, ὅπερ καί τῷ τρόπῳ ὄντι παρέπεται· ὡς εἰ μὴ καὶ αὐτὰ μετελάμβανε τοῦ μὴ ὄντος, οὐκ ἂν ἐχωρίζετο τῶν ἄλλων· νῦν δὲ ὅσαπέρ ἐστι τὰ ὄντα, τοσαυταχῶς καὶ τὸ μὴ ὄν· τὸ γὰρ μὴ τὶ ὂν οὐκ ἔστιν ὄν.