Λέγονται γὰρ καὶ ἄλλως ἀρεταί, αἱ οἷον εὐφυΐαι καὶ προκοπαὶ πρὸς ταύτην, ὁμωνυμοῦσαι ταῖς τελειότησι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτάς. οὕτω γοῦν καὶ στρατιώτας ἀνδρείους τινὰς καλοῦμεν, καί φαμεν ἐνίοτε ἀνδρείους τινὰς ὄντας ἄφρνας ὑπάρχειν, περὶ τῶν οὐ τελείων ἀρετῶν ποιούμενοι τὸν λόγον. αἱ δὴ τέλειαι ἀρεταὶ δῆλον ὅτι οὔτε ἐπιτείνονται οὔτε ἀνίενται, αἱ μέντοι γε κακίαι καὶ ἐπίτασιν δέχονται καὶ ἄνεσιν· ἄλλος γὰρ ἄλλου ἀφρονέστερος καὶ ἀδικώτερος· ἀλλ᾽ οὐδὲ συνέπονται αἱ κακίαι ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν. οὕτω γὰρ ἔχει θρασύτης πρὸς δειλίαν, καὶ ἀσωτία πρὸς φιλαργυρίαν, καὶ ἄλλως ἀδυνάτου ὄντος τοῦ ὑφεστάναι τινὰ ἄνθρωπον πάσῃ κακίᾳ συνεχόμενον· οὐδὲ γὰρ σῶμα οἷόν τε εἶναι ἔχον πάσας τὰς τοῦ σώματος κακίας ἐν ἑαυτῷ, παραδεκτέον δὲ καὶ μεταξύ τινα διάθεσιν μήτε φαύλην μήτε σπουδαίαν· οὐδὲ γὰρ πάντας ἀνθρώπους ἢ σπουδαίους εἶναι ἢ φαύλους. τοὺς γὰρ ἐφ᾽ ἱκανὸν προκόπτοντας τοιούτους εἶναι· οὐ γὰρ ῥᾴδιον εὐθέως ἀπὸ κακίας ἐπ᾽ ἀρετὴν μεταβῆναι· πολλὴν γὰρ εἶναι τὴν διάστασιν πρὸς ἄλληλα τῶν ἄκρων καὶ ἐναντίων ἡγητέον καὶ τῶν ἀρετῶν τὰς μὲν εἶναι προηγουμένας, τὰς δὲ ἑπομένας· ἡγουμένας μὲν τὰς ἐν τῷ λογιστικῷ, ἀφ᾽ ὧν καὶ αἱ λοιπαὶ τὸ τέλειον λαμβάνουσιν, ἑπομένας δὲ τὰς ἐν τῷ παθητικῷ. αὗται γὰρ πράττουσι τὰ καλὰ κατὰ λόγον, οὐ τὸν ἐν αὑταῖς· οὐ γὰρ ἔχουσιν· ἀλλὰ κατὰ τὸν ὑπὸ τῆς φρονήσεως ἐνδιδόμενον αὐταῖς, ἐξ ἔθους ἐγγινόμεναι καὶ ἀσκήσεως· καὶ ἐπεὶ οὔτε ἐπιστήμη οὔτε τέχνη ἐν ἄλλῳ μέρει τῆς ψυχῆς συνίσταται ἢ ἐν μόνῳ τῷ λογιστικῷ, αἱ μὲν περὶ τὸ παθητικὸν ἀρεταὶ οὐχ ὑπάρχουσι διδακταί, ὅτι μήτε τέχναι μήτε ἐπιστῆμαι εἰσιν· οὐδὲ γὰρ ἴδιον θεώρημα ἔχουσιν· ἡ μέντοι φρόνησις, ἐπιστήμη ὑπάρχουσα, τὰ οἰκεῖα ἑκάστῃ ἐνδίδωσιν, ὡς καὶ ὁ κυβερνήτης τοῖς ναύταις τινὰ ὑπαγορεύει ὑπ᾽ αὐτῶν μὴ ὁρώμενα, οἱ δὲ πείθονται αὐτῷ· ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ στρατιώτου καὶ ἐπὶ στρατηγοῦ. ἐπιτεινομένων δὲ καὶ ἀνιεμένων τῶν κακιῶν, οὐδὲ τὰ ἁμαρτήματα ἴσα ἂν εἴη, ἀλλὰ τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, οἷς ἀκολούθως καὶ παρὰ τῶν νομοθετῶν τὰ μὲν μᾶλλον κολάζεται, τὰ δὲ ἧττον. καίτοι γε ἀκρότητες αἱ ἀρεταὶ ὑπάρχουσαι διὰ τὸ τέλειαι εἶναι καὶ ἐοικέναι τῷ εὐθεῖ, κατ᾽ ἄλλον τρόπον μεσότητες ἂν εἶεν, τῷ ὁρᾶσθαι περὶ πάσας ἢ τάς γε πλείστας καθ᾽ ἑκάστην ἑκατέρωθεν δύο κακίας, τὴν μὲν καθ᾽ ὑπερβολήν, τὴν δὲ κατ᾽ ἔνδειαν, ὡς ἐπὶ τῆς ἐλευθεριότητος ὁρᾶται ἐπὶ θάτερα μὲν μικρολογία, ἐπὶ θάτερα δὲ ἀσωτία. γίνεται γὰρ ἐν τοῖς πάθεσιν ἀμετρία κατὰ τὸ ὑπερβάλλειν τὸ προσῆκον ἢ ἐλλείπειν· οὔτε γὰρ ὁ μηδὲ γονέων ὑβριζομένων ὀργιζόμενος ἀπαθὴς ἄν τις εἴη, οὔτε ὁ ἐπὶ πᾶσι καὶ τοῖς τυχοῦσι μετριοπαθής, ἀλλὰ πᾶν τοὐναντίον· πάλιν δὲ ὁμοίως γονέων τελευτησάντων ὁ μὲν μὴ λυπούμενος σπάθης, ὁ δ᾽ ὥστε καὶ καταφθίνειν ὑπὸ τῆς λύπης, ὑπερπαθής τε καὶ ἀμετροπαθής, ὁ δὲ λυπούμενος μέν, μετρίως δὲ τοῦτο πτάσχων, μετριοπαθής. καὶ μὴν ὁ πάντα φοβούμενος, καὶ πέρα τοῦ μετρίου, δειλός, ὁ δὲ μηδὲν φοβούμενος θρασύς, ἀνδρεῖος δὲ ὁ μετρίως ἔχων περί τε θάρρη καὶ φόβους· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐπεὶ οὖν τὸ μὲν μέτριον ἐν τοῖς πάθεσι τὸ βέλτιστόν ἐστιν, οὐκ ἄλλο δέ ἐστι τὸ μέτριον ἢ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως, διὰ τοῦτο διὰ μεσότητος αἱ τοιαῦται ἀρεταί, διότι μέσως ἔχοντας ἡμᾶς ἐν τοῖς πάθεσι παρέχονται.