Οἷς πᾶσιν ἀκόλουθον τέλος ἐξέθετο ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· ποικίλως δὲ τοῦτο χειρίζει. ποτὲ μὲν γὰρ ὁμοίωσιν θεῷ λέγει τὸ φρόνιμον καὶ δίκαιον καὶ ὅσιον εἶναι, ὡς ἐν Θεαιτήτῳ· διὸ καὶ πειρᾶσθαι χρὴ ναι ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι· ποτὲ δὲ μόνον τὸ δίκαιον εἶναι, ὡς ἐν τῷ τελευταίῳ τῆς Πολιτείας· οὐ γὰρ δὴ ὑπὸ θεῶν ποτὲ ἀμελεῖται, ὃς ἂν προθυμεῖσθαι θέλῃ δίκαιος γενέσθαι καὶ ἐπιτηδεύων ἀρετὴν εἰς ὅσον δυνατὸν ἄνθρωπον ὁμοιοῦσθαι θεῷ. ἐν δὲ τῷ Φαίδωνι ὁμοίωσιν θεῷ λέγει τὸ σώφρονα ἅμα καὶ δίκαιον γενέσθαι, οὕτω πως· οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ μακάριοί εἰσι καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικήν τε καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην. ποτὲ μὲν δὴ τὸ τέλος ὁμοιωθῆναι θεῷ λέγει, ποτὲ δ᾽ ἕπεσθαι, ὡς ὁπόταν εἴπῃ· ὁ μὲν δὴ θεός, καθάπερ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ τὰ τούτοις ἑξῆς· ποτὲ δὲ ἀμφότερα, ὡς ὁπόταν φῇ· τὴν δὲ θεῷ ἑπομένην τε καὶ εἰκασμένην ψυχὴν καὶ τὰ τούτοις ἑξῆς. καὶ γάρ τοι τῆς ὠφελείας ἀρχὴ τὸ ἀγαθόν, τοῦτο δὲ ἐκ θεοῦ εἴρηται· ἀκόλουθον οὖν τῇ ἀρχῇ τὸ τέλος εἴη ἂν τὸ ἐξομοιωθῆναι θεῷ, θεῷ δηλονότι τῷ ἐπουρανίῳ, μὴ τῷ μὰ Δία ὑπερουρανίῳ, ὃς οὐκ ἀρετὴν ἔχει, ἀμείνων δ᾽ ἐστὶ ταύτης· ὅθεν ὀρθῶς ἄν τις φαίη, τὴν μὲν κακοδαιμονίαν τοῦ δαίμονος εἶναι κάκωσιν, τὴν δὲ εὐδαιμονίαν τοῦ δαίμονος εὐεξίαν. ἐφικοίμεθα δ᾽ ἂν τοῦγενέσθαι ὅμοιοι θεῷ φύσει τε χρησάμενοι τῇ προσηκούσῃ, ἔθεσί τε καὶ ἀγωγῇ καὶ ἀσκήσει τῇ κατὰ νόμον, καὶ τὸ κυριώτατον λόγῳ καὶ διδασκαλίᾳ καὶ θεωρημάτων παραδόσει, ὥστε ἐξίστασθαι μὲν τὰ πολλὰ τῶν ἀνθρωπίνων πραγμάτων, ἀεὶ δὲ εἶναι πρὸς τοῖς νοητοῖς· προτέλεια δὲ καὶ προκαθάρσια τοῦ ἐν ἡμῖν δαίμονος, εἰ μέλλει τὰ μείζω μυεῖσθαι μαθήματα, εἴη ἂν τὰ διὰ μουσικῆς καὶ ἀριθμητικῆς τε καὶ ἀστρονομίας καὶ γεωμετρίας, συνεπιμελουμένων ἡμῶν καὶ τοῦ σώματος διὰ γυμναστικῆς, ἥτις καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην εὔθετα τὰ σώματαπαρασκευάσει.