<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="27"><p rend="indent">Ἑξῆς δ᾽ ἐπὶ κεφαλαίων περὶ τῶν ἠθικῶς τῷ ἀνδρὶ εἰρημένων ῥητέον. τὸ μὲν
            δὴ τιμιώτατον καὶ μέγιστον ἀγαθὸν οὔτε εὑρεῖν ᾤετο εἶναι ῥᾴδιον οὔτε εὑρόντας ἀσφαλὲς
            εἰς πάντας ἐκφέρειν· πάνυ γοῦν ὀλίγοις τῶν γνωρίμων καὶ τοῖς γε προκριθεῖσι τῆς περὶ
            τοῦ ἀγαθοῦ ἀκροάσεως μετέδωκε· τὸ μέντοι ἡμέεοον ἀγαθόν, εἴ τις ἀκριβῶς τὰ αὐτοῦ
            συγγράμματα ἀναλάβοι, ἐτίθετο ἐν τῇ ἐπιστήμῃ καὶ θεωρίᾳ τοῦ πρώτου ἀγαθοῦ, ὅπερ θεόν τε
            καὶ νοῦν τὸν πρῶτον προσαγορεύσαι ἄν τις. πάντα γὰρ <pb facs="platonisdialogi06plat_0226"/>τὰ ὁπωσοῦν παρ᾽ ἀνθρώποις ἀγαθὰ νομιζόμενα ταύτης
            ὑπελάμβανε τυγχάνειν τῆς προσρήσεως τῷ ὁπωσοῦν μετέχειν ἐκείνου τοῦ πρώτου καὶ
            τιμιωτάτου, ὅνπερ τρόπον καὶ τὰ γλυκέα καὶ τὰ θερμὰ κατὰ μετουσίαν τῶν πρώτων τὴν
            ἐπωνυμίαν ἔχειν· μόνα δὲ τῶν ἐν ἡμῖν ἐφικνεῖσθαι αὐτοῦ τῆς ὁμοιότητος νοῦν καὶ λόγον,
            διὸ καὶ τὸ ἡμέτερον ἀγαθὸν καλὸν εἶναι καὶ σεμνὸν καὶ θεῖον καὶ ἐράσμιον καὶ σύμμετρον
            καὶ δαιμονίως πως καλούμενον· τῶν δὲ λεγομένων ὑπὸ τῶν πολλῶν ἀγαθῶν, οἷον ὑγείας
            κάλλους τε καὶ ἰσχύος καὶ πλούτου καὶ τῶν παραπλησίων μηδὲν εἶναι καθάπαξ ἀγαθόν, εἰ μὴ
            τύχοι τῆς ἀπὸ τῆς ἀρετῆς χρήσεως· χωρισθέντα γὰρ ταύτης ὕλης μόνον ἐπέχειν τάξιν, πρὸς
            κακοῦ γινόμενα τοῖς φαύλως αὐτοῖς χρωμένοις· ἔσθ᾽ ὅτε δὲ αὐτὰ καὶ θνητὰ ὠνόμαζεν ἀγαθά.
            τὴν δ᾽ εὐδαιμοίαν οὐκ ἐν τοῖς ἀνθρωπίνοις ἡγεῖτο εἶναι <del>τοῖς</del> ἀγαθοῖς ἀλλ᾽ ἐν τοῖς
            θείοις τε καὶ μακαρίοις· ὅθεν δὴ καὶ μεγάλων τε καὶ θαυμασίων τὰς τῷ ὄντι φιλοσόφους
            ψυχὰς ἔφασκεν ἀναμέστους καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν συνεστίους θεοῖς γινομένας
            καὶ συμπεριπολούσας καὶ τὸ τῆς ἀληθείας πεδίον θεωμένας, ἐπείπερ καὶ ἐν τῷ ζῇν ἐφίεντο
            τῆς ἐπιστήμης αὐτοῦ καὶ τὴν ἐπιτήδευσιν αὐτοῦ προετίμων, ἀφ’ ἧς ὥσπερ τι ὄμμα ψυχῆς
            ἐκκαθηραμένους καὶ ἀναζωπυρήσαντας ἀπολλύμενόν τε καὶ ἀποτυφλούμενον κρεῖττον ὂν
            σώζεσθαι μυρίων ὀμμάτων, δυνατοὺς γίνεσθαι ἐπορέξασθαι τῆς τοῦ λογικοῦ παντὸς φύσεως.
            ὡμοιῶσθαι γὰρ τοὺς ἄφρονας τοῖς ὑπὸ γῆν ἀνθρώποις κατῳκισμένοις καὶ φῶς μὲν μηδέποτε
            λαμπρὸν ἑωρακόσιν, ἀμυδρὰς δέ τινας σκιὰς ὁρῶσι τῶν παρ᾽ ἡμῖν σωμάτων, οἰομένοις δὲ
            σαφῶς ἀντιλαμβάνεσθαι τῶν ὄντων. ὡς γὰρ τούτους, τυχόντας τῆς ἐκ τοῦ ζόφου ἀνόδου καὶ
            εἰς τὸ καθαρὸν φῶς προελθόντας, εὐλόγως καταγνώσεσθαι τῶν τότε φανέντων καὶ πολὺ
            πρόσθεν αὐτῶν ὡς ἐξηπατημένων· οὕτω δὲ καὶ τοὺς ἀπὸ βιωτικοῦ ζόφου μεταβαίνοντας ἐπὶ τὰ
            κατ᾽ ἀλήθειαν θεῖα καὶ καλὰ τῶν μὲν πάλαι θαυμασθέντων αὐτοῖς καταφρονήσειν, τῆς δὲ
            τούτων θεωρίας σφοδροτέραν ἕξειν ὄρεξιν· οἷς συνῳδόν ἐστι τὸ λέγειν, αὐτὸ μόνον εἶναι
            τὸ καλὸν ἀγαθόν, καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, καὶ διότι μὲν τὸ ἀγαθὸν ἐν
            ἐπιστήμῃ τοῦ πρώτου καὶ καλόν ἐστι, δι᾽ ὅλων συντάξεων δεδήλωται, τὰ δὲ κατὰ μετοχὴν ἐν
            τῷ πρώτῳ τῶν Νόμων οὕτω πως· <pb facs="platonisdialogi06plat_0227"/>διττὰ δὲ ἀγαθά
            ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, καὶ τὰ ἑξῆς τούτοις· εἰ δέ τι κεχωρισμένον καὶ τοῦ
            πρώτου τῆς οὐσίας ἀμέτοχον ὑπάρχει, καὶ τοῦτο ὑπὸ τῶν ἀνοήτων ἀγαθὸν ώνόμασται, τοῦτο
            δέ φησι μεῖζον εἶναι τῷ ἔχοντι κακὸν ἐν Εὐθυδήμῳ. ὅτι δὲ καὶ <del>κατὰ</del> τὰς ἀρετὰς ἡγεῖτο
            εἶναι δι᾽ αὑτὰς αἱρετάς, ὡς ἀκόλουθόν γε ληπτέον τῷ μόνον αὐτὸν ἡγεῖσθαι τὸ καλὸν
            ἀγαθόν· καὶ δὴ ἐν πλείστοις τοῦτο αὐτῷ ἐπιδέδεικται καὶ μάλιστα ἐν ὅλῃ τῇ Πολιτείᾳ.
            τὸν μὲν γὰρ ἐπιστήμην ἔχοντα τὴν προειρημένην εὐτυχέστατον εἶναι καὶ εὐδαιμονέστατον,
            οὐχ ἕνεκα τῶν τιμῶν, ὧν τοιοῦτος ὢν λήψεται, οὐδὲ μισθῶν ἕνεκα, ἀλλὰ κἂν πάντας λανθάνῃ
            ἀνθρώπους κἂν τὰ λεγόμενα κακὰ εἶναι οἷον ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι συμβαίνωσι· τὸν
            δὲ χωρὶς ταύτης τῆς ἐπιστήμης τὰ νομιζόμενα ἀγαθὰ πάντα κεκτημένον, οἷον πλοῦτον καὶ
            βασιλείαν μεγάλην καὶ σώματος ὑγείαν καὶ εὐρωστίαν καὶ κάλλος, μηδέν τι μᾶλλον εἶναι
            εὐδαίμονα. </p></div></div></body></text></TEI>