<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="26"><p rend="indent">Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. πάντα μέν φησιν ἐν
            εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθα. ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ
            οἷον λέγει, διότι ὁ μὲν τάδε ποιήσει, ὁ δὲ τάδε πείσεται· εἰς ἄπειρον γὰρ τοῦτο, ἀπείρων
            μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ᾽ ἡμῖν
            οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν
            ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξει, τάδε τινὰ αὐτῇ ἕψεται. ἀδέσποτον οὖν ἡ
            ψυχὴ καὶ ἐπ᾽ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ
            πράξει καθ᾽ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ᾽ αὐτῷ
            ὄντι, ἀκολουθήσει τό· πολεμήσόυσι περὶ τῆς Ἑλένης οἱ Ἕλληνες. οὕτω γὰρ καὶ ὁ Ἀπόλλων
            τῷ Λαΐῳ προεῖπεν· <quote rend="blockquote"><lb/>εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς·
            </quote><lb/>ἐν τῷ θεσμῷ δὴ περιέχεται
            μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. ἡ δὲ τοῦ δυνατοῦ
            φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καί τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ
            τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ᾽ ἡμῖν· ὃ δ᾽ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ
            ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει <del>τοῦτ᾽ ἐστὶ</del> τοῦ καθ᾽ ἕξιν καὶ κατ᾽ ἐνέργειαν λεγομένου
            διήνεγκε. τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειότητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν
            ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ
            τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων·
            κατ᾽ ἐνέργειαν δὲ ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν
            οὐδὲν ούτων,ἀορισταῖνον δὲ τῷ ἐφ᾽ ἡμῖν κατὰ τὴν ἐφ᾽ ὁπότερον ῥοπὴν λαμβάνει τὸ
            ἀληθεύειν ἢ μή. </p></div></div></body></text></TEI>