Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. πάντα μέν φησιν ἐν εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθα. ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ οἷον λέγει, διότι ὁ μὲν τάδε ποιήσει, ὁ δὲ τάδε πείσεται· εἰς ἄπειρον γὰρ τοῦτο, ἀπείρων μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ᾽ ἡμῖν οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξει, τάδε τινὰ αὐτῇ ἕψεται. ἀδέσποτον οὖν ἡ ψυχὴ καὶ ἐπ᾽ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ πράξει καθ᾽ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ᾽ αὐτῷ ὄντι, ἀκολουθήσει τό· πολεμήσόυσι περὶ τῆς Ἑλένης οἱ Ἕλληνες. οὕτω γὰρ καὶ ὁ Ἀπόλλων τῷ Λαΐῳ προεῖπεν· εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς· ἐν τῷ θεσμῷ δὴ περιέχεται μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. ἡ δὲ τοῦ δυνατοῦ φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καί τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ᾽ ἡμῖν· ὃ δ᾽ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει τοῦτ᾽ ἐστὶ τοῦ καθ᾽ ἕξιν καὶ κατ᾽ ἐνέργειαν λεγομένου διήνεγκε. τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειότητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων· κατ᾽ ἐνέργειαν δὲ ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν οὐδὲν ούτων,ἀορισταῖνον δὲ τῷ ἐφ᾽ ἡμῖν κατὰ τὴν ἐφ᾽ ὁπότερον ῥοπὴν λαμβάνει τὸ ἀληθεύειν ἢ μή.