Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. πάντα μέν φησιν ἐν εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθα. ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ οἷον λέγει, διότι ὁ μὲν τάδε ποιήσει, ὁ δὲ τάδε πείσεται· εἰς ἄπειρον γὰρ τοῦτο, ἀπείρων μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ᾽ ἡμῖν οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξει, τάδε τινὰ αὐτῇ ἕψεται. ἀδέσποτον οὖν ἡ ψυχὴ καὶ ἐπ᾽ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ πράξει καθ᾽ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ᾽ αὐτῷ ὄντι, ἀκολουθήσει τό· πολεμήσόυσι περὶ τῆς Ἑλένης οἱ Ἕλληνες. οὕτω γὰρ καὶ ὁ Ἀπόλλων τῷ Λαΐῳ προεῖπεν· εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς· ἐν τῷ θεσμῷ δὴ περιέχεται μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. ἡ δὲ τοῦ δυνατοῦ φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καί τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ᾽ ἡμῖν· ὃ δ᾽ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει τοῦτ᾽ ἐστὶ τοῦ καθ᾽ ἕξιν καὶ κατ᾽ ἐνέργειαν λεγομένου διήνεγκε. τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειότητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων· κατ᾽ ἐνέργειαν δὲ ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν οὐδὲν ούτων,ἀορισταῖνον δὲ τῷ ἐφ᾽ ἡμῖν κατὰ τὴν ἐφ᾽ ὁπότερον ῥοπὴν λαμβάνει τὸ ἀληθεύειν ἢ μή. Ἑξῆς δ᾽ ἐπὶ κεφαλαίων περὶ τῶν ἠθικῶς τῷ ἀνδρὶ εἰρημένων ῥητέον. τὸ μὲν δὴ τιμιώτατον καὶ μέγιστον ἀγαθὸν οὔτε εὑρεῖν ᾤετο εἶναι ῥᾴδιον οὔτε εὑρόντας ἀσφαλὲς εἰς πάντας ἐκφέρειν· πάνυ γοῦν ὀλίγοις τῶν γνωρίμων καὶ τοῖς γε προκριθεῖσι τῆς περὶ τοῦ ἀγαθοῦ ἀκροάσεως μετέδωκε· τὸ μέντοι ἡμέεοον ἀγαθόν, εἴ τις ἀκριβῶς τὰ αὐτοῦ συγγράμματα ἀναλάβοι, ἐτίθετο ἐν τῇ ἐπιστήμῃ καὶ θεωρίᾳ τοῦ πρώτου ἀγαθοῦ, ὅπερ θεόν τε καὶ νοῦν τὸν πρῶτον προσαγορεύσαι ἄν τις. πάντα γὰρ τὰ ὁπωσοῦν παρ᾽ ἀνθρώποις ἀγαθὰ νομιζόμενα ταύτης ὑπελάμβανε τυγχάνειν τῆς προσρήσεως τῷ ὁπωσοῦν μετέχειν ἐκείνου τοῦ πρώτου καὶ τιμιωτάτου, ὅνπερ τρόπον καὶ τὰ γλυκέα καὶ τὰ θερμὰ κατὰ μετουσίαν τῶν πρώτων τὴν ἐπωνυμίαν ἔχειν· μόνα δὲ τῶν ἐν ἡμῖν ἐφικνεῖσθαι αὐτοῦ τῆς ὁμοιότητος νοῦν καὶ λόγον, διὸ καὶ τὸ ἡμέτερον ἀγαθὸν καλὸν εἶναι καὶ σεμνὸν καὶ θεῖον καὶ ἐράσμιον καὶ σύμμετρον καὶ δαιμονίως πως καλούμενον· τῶν δὲ λεγομένων ὑπὸ τῶν πολλῶν ἀγαθῶν, οἷον ὑγείας κάλλους τε καὶ ἰσχύος καὶ πλούτου καὶ τῶν παραπλησίων μηδὲν εἶναι καθάπαξ ἀγαθόν, εἰ μὴ τύχοι τῆς ἀπὸ τῆς ἀρετῆς χρήσεως· χωρισθέντα γὰρ ταύτης ὕλης μόνον ἐπέχειν τάξιν, πρὸς κακοῦ γινόμενα τοῖς φαύλως αὐτοῖς χρωμένοις· ἔσθ᾽ ὅτε δὲ αὐτὰ καὶ θνητὰ ὠνόμαζεν ἀγαθά. τὴν δ᾽ εὐδαιμοίαν οὐκ ἐν τοῖς ἀνθρωπίνοις ἡγεῖτο εἶναι τοῖς ἀγαθοῖς ἀλλ᾽ ἐν τοῖς θείοις τε καὶ μακαρίοις· ὅθεν δὴ καὶ μεγάλων τε καὶ θαυμασίων τὰς τῷ ὄντι φιλοσόφους ψυχὰς ἔφασκεν ἀναμέστους καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν συνεστίους θεοῖς γινομένας καὶ συμπεριπολούσας καὶ τὸ τῆς ἀληθείας πεδίον θεωμένας, ἐπείπερ καὶ ἐν τῷ ζῇν ἐφίεντο τῆς ἐπιστήμης αὐτοῦ καὶ τὴν ἐπιτήδευσιν αὐτοῦ προετίμων, ἀφ’ ἧς ὥσπερ τι ὄμμα ψυχῆς ἐκκαθηραμένους καὶ ἀναζωπυρήσαντας ἀπολλύμενόν τε καὶ ἀποτυφλούμενον κρεῖττον ὂν σώζεσθαι μυρίων ὀμμάτων, δυνατοὺς γίνεσθαι ἐπορέξασθαι τῆς τοῦ λογικοῦ παντὸς φύσεως. ὡμοιῶσθαι γὰρ τοὺς ἄφρονας τοῖς ὑπὸ γῆν ἀνθρώποις κατῳκισμένοις καὶ φῶς μὲν μηδέποτε λαμπρὸν ἑωρακόσιν, ἀμυδρὰς δέ τινας σκιὰς ὁρῶσι τῶν παρ᾽ ἡμῖν σωμάτων, οἰομένοις δὲ σαφῶς ἀντιλαμβάνεσθαι τῶν ὄντων. ὡς γὰρ τούτους, τυχόντας τῆς ἐκ τοῦ ζόφου ἀνόδου καὶ εἰς τὸ καθαρὸν φῶς προελθόντας, εὐλόγως καταγνώσεσθαι τῶν τότε φανέντων καὶ πολὺ πρόσθεν αὐτῶν ὡς ἐξηπατημένων· οὕτω δὲ καὶ τοὺς ἀπὸ βιωτικοῦ ζόφου μεταβαίνοντας ἐπὶ τὰ κατ᾽ ἀλήθειαν θεῖα καὶ καλὰ τῶν μὲν πάλαι θαυμασθέντων αὐτοῖς καταφρονήσειν, τῆς δὲ τούτων θεωρίας σφοδροτέραν ἕξειν ὄρεξιν· οἷς συνῳδόν ἐστι τὸ λέγειν, αὐτὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν, καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, καὶ διότι μὲν τὸ ἀγαθὸν ἐν ἐπιστήμῃ τοῦ πρώτου καὶ καλόν ἐστι, δι᾽ ὅλων συντάξεων δεδήλωται, τὰ δὲ κατὰ μετοχὴν ἐν τῷ πρώτῳ τῶν Νόμων οὕτω πως· διττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, καὶ τὰ ἑξῆς τούτοις· εἰ δέ τι κεχωρισμένον καὶ τοῦ πρώτου τῆς οὐσίας ἀμέτοχον ὑπάρχει, καὶ τοῦτο ὑπὸ τῶν ἀνοήτων ἀγαθὸν ώνόμασται, τοῦτο δέ φησι μεῖζον εἶναι τῷ ἔχοντι κακὸν ἐν Εὐθυδήμῳ. ὅτι δὲ καὶ κατὰ τὰς ἀρετὰς ἡγεῖτο εἶναι δι᾽ αὑτὰς αἱρετάς, ὡς ἀκόλουθόν γε ληπτέον τῷ μόνον αὐτὸν ἡγεῖσθαι τὸ καλὸν ἀγαθόν· καὶ δὴ ἐν πλείστοις τοῦτο αὐτῷ ἐπιδέδεικται καὶ μάλιστα ἐν ὅλῃ τῇ Πολιτείᾳ. τὸν μὲν γὰρ ἐπιστήμην ἔχοντα τὴν προειρημένην εὐτυχέστατον εἶναι καὶ εὐδαιμονέστατον, οὐχ ἕνεκα τῶν τιμῶν, ὧν τοιοῦτος ὢν λήψεται, οὐδὲ μισθῶν ἕνεκα, ἀλλὰ κἂν πάντας λανθάνῃ ἀνθρώπους κἂν τὰ λεγόμενα κακὰ εἶναι οἷον ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι συμβαίνωσι· τὸν δὲ χωρὶς ταύτης τῆς ἐπιστήμης τὰ νομιζόμενα ἀγαθὰ πάντα κεκτημένον, οἷον πλοῦτον καὶ βασιλείαν μεγάλην καὶ σώματος ὑγείαν καὶ εὐρωστίαν καὶ κάλλος, μηδέν τι μᾶλλον εἶναι εὐδαίμονα. Οἷς πᾶσιν ἀκόλουθον τέλος ἐξέθετο ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· ποικίλως δὲ τοῦτο χειρίζει. ποτὲ μὲν γὰρ ὁμοίωσιν θεῷ λέγει τὸ φρόνιμον καὶ δίκαιον καὶ ὅσιον εἶναι, ὡς ἐν Θεαιτήτῳ· διὸ καὶ πειρᾶσθαι χρὴ ναι ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι· ποτὲ δὲ μόνον τὸ δίκαιον εἶναι, ὡς ἐν τῷ τελευταίῳ τῆς Πολιτείας· οὐ γὰρ δὴ ὑπὸ θεῶν ποτὲ ἀμελεῖται, ὃς ἂν προθυμεῖσθαι θέλῃ δίκαιος γενέσθαι καὶ ἐπιτηδεύων ἀρετὴν εἰς ὅσον δυνατὸν ἄνθρωπον ὁμοιοῦσθαι θεῷ. ἐν δὲ τῷ Φαίδωνι ὁμοίωσιν θεῷ λέγει τὸ σώφρονα ἅμα καὶ δίκαιον γενέσθαι, οὕτω πως· οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ μακάριοί εἰσι καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικήν τε καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην. ποτὲ μὲν δὴ τὸ τέλος ὁμοιωθῆναι θεῷ λέγει, ποτὲ δ᾽ ἕπεσθαι, ὡς ὁπόταν εἴπῃ· ὁ μὲν δὴ θεός, καθάπερ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ τὰ τούτοις ἑξῆς· ποτὲ δὲ ἀμφότερα, ὡς ὁπόταν φῇ· τὴν δὲ θεῷ ἑπομένην τε καὶ εἰκασμένην ψυχὴν καὶ τὰ τούτοις ἑξῆς. καὶ γάρ τοι τῆς ὠφελείας ἀρχὴ τὸ ἀγαθόν, τοῦτο δὲ ἐκ θεοῦ εἴρηται· ἀκόλουθον οὖν τῇ ἀρχῇ τὸ τέλος εἴη ἂν τὸ ἐξομοιωθῆναι θεῷ, θεῷ δηλονότι τῷ ἐπουρανίῳ, μὴ τῷ μὰ Δία ὑπερουρανίῳ, ὃς οὐκ ἀρετὴν ἔχει, ἀμείνων δ᾽ ἐστὶ ταύτης· ὅθεν ὀρθῶς ἄν τις φαίη, τὴν μὲν κακοδαιμονίαν τοῦ δαίμονος εἶναι κάκωσιν, τὴν δὲ εὐδαιμονίαν τοῦ δαίμονος εὐεξίαν. ἐφικοίμεθα δ᾽ ἂν τοῦγενέσθαι ὅμοιοι θεῷ φύσει τε χρησάμενοι τῇ προσηκούσῃ, ἔθεσί τε καὶ ἀγωγῇ καὶ ἀσκήσει τῇ κατὰ νόμον, καὶ τὸ κυριώτατον λόγῳ καὶ διδασκαλίᾳ καὶ θεωρημάτων παραδόσει, ὥστε ἐξίστασθαι μὲν τὰ πολλὰ τῶν ἀνθρωπίνων πραγμάτων, ἀεὶ δὲ εἶναι πρὸς τοῖς νοητοῖς· προτέλεια δὲ καὶ προκαθάρσια τοῦ ἐν ἡμῖν δαίμονος, εἰ μέλλει τὰ μείζω μυεῖσθαι μαθήματα, εἴη ἂν τὰ διὰ μουσικῆς καὶ ἀριθμητικῆς τε καὶ ἀστρονομίας καὶ γεωμετρίας, συνεπιμελουμένων ἡμῶν καὶ τοῦ σώματος διὰ γυμναστικῆς, ἥτις καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην εὔθετα τὰ σώματαπαρασκευάσει. Θείου δὲ χρήματος τῆς ἀρετῆς ὑπαρχούσης, αὐτὴ μέν ἐστι διάθεσις ψυχῆς τελεία καὶ βελτίστη, εὐσχήμονα καὶ σύμφωνον καὶ βέβαιον παρέχουσα τὸν ἄνθρωπον ἐν τῷ λέγειν καὶ πράττειν καθ᾽ ἑαυτὸν καὶ πρὸς ἄλλους· τὰ δὲ εἴδη αὐτῆς λογικαί, αἱ δὲ περὶ τὸ ἄλογον ψυχῆς μέρος συνιστάμεναι, οἷον ἀνδρία καὶ σωφροσύνη, περὶ μὲν τὸ θυμικὸν τῆς ἀνδρίας συνισταμ́νης, περὶ δὲ τὸ ἐπιθυμητικὸν τῆς σωφροσύνης. ἑτέρου γὰρ ὄντος τοῦ τε θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ καὶ τοῦ λογιστικοῦ, διάφορος ἂν εἴη καὶ ἡ ἑκάστου τελειότης· τοῦ μὲν δὴ λογιστικοῦ μέρους τελειότης ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμικοῦ ἡ ἀνδρία, τοῦ δὲ ἐπιθυμητικοῦ ἡ σωφροσύνη. ἡ μὲν δὴ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἡ δὲ σωφροσύνη τάξις περὶ τὰς ἐπιθυμίας καὶ τὰς ὀρέξεις καὶ τὴν εὐπείθειαν αὐτῶν πρὸς τὸ ἡγεμονικόν, τοῦτο δὲ εἴη ἂν τὸ λογιστικόν· ὅταν δὲ φῶμεν τάξιν τινὰ εἶναι καὶ εὐπείθειαν τὴν σωφροσύνην, τοιοῦτόν τι παρίσταμεν, ὅτι δύναμίς τίς ἐστι, καθ᾽ ἣν τεταγμένως καὶ εὐπειθῶς ἔχουσιν αἱ ὀρέξεις πρὸς τὸ φύσει δεσποτικόν, τουτέστι τὸ λογιστικόν. ἡ δὲ ἀνδρία ἐστὶ δόγματος ἐννόμου σωτηρία περὶ τοῦ δεινοῦ τε καὶ μὴ δεινοῦ, τουτέστι διασωστικὴ δύναμις δόγματος ἐννόμου. ἡ δὲ δικαιοσύνη ἐστὶ συμφωνία τις τούτων πρὸς ἄλληλα, δύναμις οὖσα, καθ᾽ ἣν ὁμολογεῖ καὶ συμφωνεῖ πρὸς ἄλληλα τὰ τρία μέρη τῆς ψυχῆς καὶ ἕκαστον πρὸς τῷ οἰκείῳ γίνεται καὶ ἐπιβάλλοντι τε καὶ κατ᾽ ἀξίαν, ὡς ἂν παντέλειά τις οὖσα τῶν τριῶν ἀρετῶν, φρονήσεως, ἀνδρίας, σωφροσύνης· ἄρχοντος μὲν τοῦ λογισμοῦ, τῶν δὲ λοιπῶν μερῶν τῆς ψυχῆς κατ᾽ οἰκείαν ἰδιότητα κατεσταλμένων ὑπὸ τοῦ λογισμοῦ καὶ πειθηνίων αὐτῷ γεγενημένων, ὅθεν καὶ ἀντακολουθεῖν ἡγητέον τὰς ἀρετάς. ἡ γὰρ ἀνδρία δόγματος ἐννόμου διασωστικὴ ὑπάρχουσα λόγου ὀρθοῦ διασωστική ἐστι, τὸ γὰρ ἔννομον δόγμα ὀρθός τίς ἐστι λόγος· ὁ δὲ ὀρθὸς λόγος ἀπὸ φρονήσεως γίνεται, καὶ μὴν καὶ ἡ φρόνησις μετὰ ἀνδρίας ὑφίσταται· ἐπιστήμη γάρ ἐστιν ἀγαθῶν· οὐδεὶς δὲ δύναται τὸ ἀγαθὸν ὁρᾷν ὑπὸ δειλίας ἐπισκοτούμενος καὶ τῶν συναολουούντων τῇ δειλίᾳ παθῶν, παραπλησίως οὐδὲ μετὰ ἀκολασίας φρόνιμός τις δύναται εἶναι, καὶ καθόλου ἐάν τις διὰ τοῦ ἡττᾶσθαι ὑπὸ πάθους ποιῇ τι παρὰ τὸν ὀρθὸν λόγον, ὑπὸ ἀμαθίας καὶ ἀφροσύνης τοῦτο πάσχειν φησὶν αὐτὸν ὁ Πλάτων· ὥστε οὐκ ἂν δύναιτό τις φρόνησιν ἔχειν ἀκόλαστος ὢν καὶ δειλός. ἀχώριστοι οὖν εἰσὶν αἱ ἀρεταὶ ἀλλήλων αἱ τέλειαι. Λέγονται γὰρ καὶ ἄλλως ἀρεταί, αἱ οἷον εὐφυΐαι καὶ προκοπαὶ πρὸς ταύτην, ὁμωνυμοῦσαι ταῖς τελειότησι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτάς. οὕτω γοῦν καὶ στρατιώτας ἀνδρείους τινὰς καλοῦμεν, καί φαμεν ἐνίοτε ἀνδρείους τινὰς ὄντας ἄφρνας ὑπάρχειν, περὶ τῶν οὐ τελείων ἀρετῶν ποιούμενοι τὸν λόγον. αἱ δὴ τέλειαι ἀρεταὶ δῆλον ὅτι οὔτε ἐπιτείνονται οὔτε ἀνίενται, αἱ μέντοι γε κακίαι καὶ ἐπίτασιν δέχονται καὶ ἄνεσιν· ἄλλος γὰρ ἄλλου ἀφρονέστερος καὶ ἀδικώτερος· ἀλλ᾽ οὐδὲ συνέπονται αἱ κακίαι ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν. οὕτω γὰρ ἔχει θρασύτης πρὸς δειλίαν, καὶ ἀσωτία πρὸς φιλαργυρίαν, καὶ ἄλλως ἀδυνάτου ὄντος τοῦ ὑφεστάναι τινὰ ἄνθρωπον πάσῃ κακίᾳ συνεχόμενον· οὐδὲ γὰρ σῶμα οἷόν τε εἶναι ἔχον πάσας τὰς τοῦ σώματος κακίας ἐν ἑαυτῷ, παραδεκτέον δὲ καὶ μεταξύ τινα διάθεσιν μήτε φαύλην μήτε σπουδαίαν· οὐδὲ γὰρ πάντας ἀνθρώπους ἢ σπουδαίους εἶναι ἢ φαύλους. τοὺς γὰρ ἐφ᾽ ἱκανὸν προκόπτοντας τοιούτους εἶναι· οὐ γὰρ ῥᾴδιον εὐθέως ἀπὸ κακίας ἐπ᾽ ἀρετὴν μεταβῆναι· πολλὴν γὰρ εἶναι τὴν διάστασιν πρὸς ἄλληλα τῶν ἄκρων καὶ ἐναντίων ἡγητέον καὶ τῶν ἀρετῶν τὰς μὲν εἶναι προηγουμένας, τὰς δὲ ἑπομένας· ἡγουμένας μὲν τὰς ἐν τῷ λογιστικῷ, ἀφ᾽ ὧν καὶ αἱ λοιπαὶ τὸ τέλειον λαμβάνουσιν, ἑπομένας δὲ τὰς ἐν τῷ παθητικῷ. αὗται γὰρ πράττουσι τὰ καλὰ κατὰ λόγον, οὐ τὸν ἐν αὑταῖς· οὐ γὰρ ἔχουσιν· ἀλλὰ κατὰ τὸν ὑπὸ τῆς φρονήσεως ἐνδιδόμενον αὐταῖς, ἐξ ἔθους ἐγγινόμεναι καὶ ἀσκήσεως· καὶ ἐπεὶ οὔτε ἐπιστήμη οὔτε τέχνη ἐν ἄλλῳ μέρει τῆς ψυχῆς συνίσταται ἢ ἐν μόνῳ τῷ λογιστικῷ, αἱ μὲν περὶ τὸ παθητικὸν ἀρεταὶ οὐχ ὑπάρχουσι διδακταί, ὅτι μήτε τέχναι μήτε ἐπιστῆμαι εἰσιν· οὐδὲ γὰρ ἴδιον θεώρημα ἔχουσιν· ἡ μέντοι φρόνησις, ἐπιστήμη ὑπάρχουσα, τὰ οἰκεῖα ἑκάστῃ ἐνδίδωσιν, ὡς καὶ ὁ κυβερνήτης τοῖς ναύταις τινὰ ὑπαγορεύει ὑπ᾽ αὐτῶν μὴ ὁρώμενα, οἱ δὲ πείθονται αὐτῷ· ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ στρατιώτου καὶ ἐπὶ στρατηγοῦ. ἐπιτεινομένων δὲ καὶ ἀνιεμένων τῶν κακιῶν, οὐδὲ τὰ ἁμαρτήματα ἴσα ἂν εἴη, ἀλλὰ τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, οἷς ἀκολούθως καὶ παρὰ τῶν νομοθετῶν τὰ μὲν μᾶλλον κολάζεται, τὰ δὲ ἧττον. καίτοι γε ἀκρότητες αἱ ἀρεταὶ ὑπάρχουσαι διὰ τὸ τέλειαι εἶναι καὶ ἐοικέναι τῷ εὐθεῖ, κατ᾽ ἄλλον τρόπον μεσότητες ἂν εἶεν, τῷ ὁρᾶσθαι περὶ πάσας ἢ τάς γε πλείστας καθ᾽ ἑκάστην ἑκατέρωθεν δύο κακίας, τὴν μὲν καθ᾽ ὑπερβολήν, τὴν δὲ κατ᾽ ἔνδειαν, ὡς ἐπὶ τῆς ἐλευθεριότητος ὁρᾶται ἐπὶ θάτερα μὲν μικρολογία, ἐπὶ θάτερα δὲ ἀσωτία. γίνεται γὰρ ἐν τοῖς πάθεσιν ἀμετρία κατὰ τὸ ὑπερβάλλειν τὸ προσῆκον ἢ ἐλλείπειν· οὔτε γὰρ ὁ μηδὲ γονέων ὑβριζομένων ὀργιζόμενος ἀπαθὴς ἄν τις εἴη, οὔτε ὁ ἐπὶ πᾶσι καὶ τοῖς τυχοῦσι μετριοπαθής, ἀλλὰ πᾶν τοὐναντίον· πάλιν δὲ ὁμοίως γονέων τελευτησάντων ὁ μὲν μὴ λυπούμενος σπάθης, ὁ δ᾽ ὥστε καὶ καταφθίνειν ὑπὸ τῆς λύπης, ὑπερπαθής τε καὶ ἀμετροπαθής, ὁ δὲ λυπούμενος μέν, μετρίως δὲ τοῦτο πτάσχων, μετριοπαθής. καὶ μὴν ὁ πάντα φοβούμενος, καὶ πέρα τοῦ μετρίου, δειλός, ὁ δὲ μηδὲν φοβούμενος θρασύς, ἀνδρεῖος δὲ ὁ μετρίως ἔχων περί τε θάρρη καὶ φόβους· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐπεὶ οὖν τὸ μὲν μέτριον ἐν τοῖς πάθεσι τὸ βέλτιστόν ἐστιν, οὐκ ἄλλο δέ ἐστι τὸ μέτριον ἢ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως, διὰ τοῦτο διὰ μεσότητος αἱ τοιαῦται ἀρεταί, διότι μέσως ἔχοντας ἡμᾶς ἐν τοῖς πάθεσι παρέχονται.