<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="24"><p rend="indent">Ὅτι δὲ τριμερής ἐστιν ἡ ψυχὴ κατὰ τὰς δυνάμεις, καὶ κατὰ λόγον τὰ μέρη
            αὐτῆς τόποις ἰδίοις διανενέμηται, μάθοιμεν ἂν ἐντεῦθεν. πρῶτον μὲν δὴ τὰ φύσει
            χωριζόμενα ἕτερα ὑπάρχει· φύσει δὲ χωρίζεται τὸ παθητικὸν καὶ λογιστικόν, εἴ γε τὸ μὲν
            περὶ τὰ νοητά ἐστι, τὸ δὲ περὶ τὰ λυπηρὰ καὶ ἡδέα, προσέτι τοῦ παθητικοῦ καὶ περὶ τὰ
            ζῶα ὄντος. ἔπειτά γε μὴν ἕτερα ὄντα τῇ φύσει τό τε παθητικὸν καὶ τὸ λογιστικὸν καὶ
            τόποις ὀφείλει κεχωρίσθαι. εὑρίσκεται γὰρ μαχόμενα ἀλλήλοις, οὔτε <pb facs="platonisdialogi06plat_0223"/>αὐτοῦ τινὸς πρὸς αὑτὸ μάχεσθαι δυναμένου οὔτε τῶν
            ἐναντιουμένων πρὸς ἄλληλα περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον δυναμένων συστῆναι. ὁρᾶται
            δέ γε ἐπὶ μὲν τῆς Μηδείας ὁ θυμὸς λογισμῷ μαχόμενος· λέγει γοῦν τὸ <lb/><quote rend="blockquote">καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακά, <lb/>θυμὸς δὲ κρείσσων τῶν ἐμῶν
              βουλευμάτων· </quote><lb/>ἐπὶ δὲ τοῦ Λαΐου τὸν Χρύσιππον ἁρπάζοντος ἐπιθυμία λογισμῷ
            μαχομένη· λέγει γὰρ οὕτως· <lb/><quote rend="blockquote">αἲ αἲ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις
              κακόν, <lb/>ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. </quote><lb/>ἔτι δὲ τὸ ἕτερον εἶναι
            τὸ λογιστικὸν τοῦ παθητικοῦ παρίσταται κἀκ τοῦ ἑτέραν μὲν ἐπιμέλειαν εἶναι τοῦ
            λογιστικοῦ, ἑτέραν δὲ τοῦ παθητικοῦ· τοῦ μὲν διὰ διδασκαλίας, τοῦ δὲ διὰ τῆς τοῦ ἔθους
            ἀσκήσεως. </p></div></div></body></text></TEI>