Ψυχὴν γὰρ παραλαβόντες ἀνθρωπίνην ἀθάνατον οὖσαν, ὡς δείξομεν, παρὰ τοῦ πρώτου θεοῦ οἱ τὰ θνητὰ γένη δμιουργοῦντες θεοὶ δύο αὐτῇ προσέθεσαν μέρη θνητά· ὡς δὲ μὴ τῆς φλυαρίας τῆς θνητῆς ἀναπιμπλάμενον ᾖ τὸ θεῖον αὐτῆς καὶ ἀθάνατον, κατῴκισαν ἐπὶ τοῦ σώματος ἐπὶ τῆς οἷονἀκροπόλεως, ἄρχον καὶ βασιλεῦον ἀποφήναντες οἴκησίν τε ἀπονείμαντες αὐτῷ τὴν κεφαλήν, σχῆμα ἔχουσαν μιμούμενον τὸ τοῦ παντός, ὑπέθεσαν δὲ τὸ ἄλλο σῶμα πρὸς ὑπηρεσίαν ὡς ὄχημα προσφύσαντες, καὶ αὐτοῖς δὲ τοῖς θνητοῖς αὐτῆς μέρεσιν οἴκησιν ἄλλην ἄλλῳ ἀπένειμαν. τὸ μὲν γὰρ θυμικὸν ἔταξαν ἐν καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε πρὸς τὸν ὀμφαλὸν ὅρου καὶ τῶν φρενῶν, καταδήσαντες ὥσπερ τι οἰστροῦν καὶ ἄγριον θρέμμα· τὸν πνεύμονα δὲ ἐμηχανήσαντο τῆς καρδίας χάριν μαλακόν τε καὶ ἄναιμον σηραγγώδη τε καὶ σπόγγͅπαραπλήσιον, ὅπως ἔχοι τι μάλαγμα πηδῶσα ἡ καρδία κατὰ τὴν ζέσιν τοῦ θυμοῦ, τὸ δὲ ἧπαρ πρὸς τὸ διεγείρειν τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ πρὸς τὸ καταπραΰνειν ἔχον γλυκύτητά τε καὶ πικρότητα· καὶ μὴν πρὸς τὸ δηλοῦν τὴν διὰ τῶν ὀνείρων μαντικήν· ἐμφαίνεσθαι γὰρ ἐν αὐτῷ διὰ τὸ λεῖον καὶ πυκνὸν καὶ λαμπρὸν τὴν ἐκ τοῦ νοῦ φερομένην δύναμιν· τὸν δὲ σπλῆνα τοῦ ἥπατος χάριν, ὅπως καθαίρῃ τε αὐτὸ καὶ παρέχῃ λαμπρόν· τὰς γοῦν ἐπιγινομένας ἔκ τινων νόσων περὶ τὸ ἧπαρ διαφθορὰς εἰς αὐτὸν δέχεσθαι