Ἀναπνέομεν δὲ τούτῳ τῷ τρόπῳ· περιέστηκε μὲν ἡμῖν ἔξωθεν ἀὴρ πολύς, οὗτος δὲ διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ διὰ τῶν ἄλλων τοῦ σώματος πόρων καὶ τῷ λόγῳ θεωρητῶν εἴσω χωρεῖ, θερμανθεὶς δὲ εἰς τὰ ἔξω πρὸς τὸ συγγενὲς σπεύδει· καὶ καθ᾽ ὃ ἂν μέρος ἐξίῃ, ἀντιπεριωθεῖ τὸν ἔξωθεν ἀέρα πάλιν εἰς τὰ ἐντός, οὕτω τε ἀπαύστως τούτου τοῦ κύκλου συντελουμένου ἡ εἰσπνοή τε καὶ ἐκπνοὴ συνίσταται.