Ἀναπνέομεν δὲ τούτῳ τῷ τρόπῳ· περιέστηκε μὲν ἡμῖν ἔξωθεν ἀὴρ πολύς, οὗτος δὲ διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ διὰ τῶν ἄλλων τοῦ σώματος πόρων καὶ τῷ λόγῳ θεωρητῶν εἴσω χωρεῖ, θερμανθεὶς δὲ εἰς τὰ ἔξω πρὸς τὸ συγγενὲς σπεύδει· καὶ καθ᾽ ὃ ἂν μέρος ἐξίῃ, ἀντιπεριωθεῖ τὸν ἔξωθεν ἀέρα πάλιν εἰς τὰ ἐντός, οὕτω τε ἀπαύστως τούτου τοῦ κύκλου συντελουμένου ἡ εἰσπνοή τε καὶ ἐκπνοὴ συνίσταται. Νόσων δὲ αἰτίας εἶναι πολλάς· πρῶτον μὲν τὴν τῶν στοιχείων ἔνδειαν καὶ ὑπερβολὴν μετάστασίν τε εἰς ἄλλους οὐκ οἰκείους τόπους· δεύτερον δὲ τὴν τῶν ὁμογενῶν ἀνάπαλιν γένεσιν, οἷον ἐκ σαρκὸς εἰ γένοιτο αἷμα ἢ χολὴ ἢ φλέγμα· πάντα γὰρ ταῦτα οὐδὲν ἄλλο ἢ σύντηξιν εἶναι. τὸ γὰρ φλέγμα ὑπάρχειν νέας σαρκὸς σύντηξιν· ἱδρῶτα δὲ καὶ τὸ δάκρυον ὥσπερ ὀρόν τινα φλέγματος· τὸ δὲ φλέγμα ἔξω μὲν ἀπολειφθὲν λεύκας καὶ ἀλφοὺς ἀπογεννᾷ, εἴσω δὲ κερασθὲν χολῇ μελαίνῃ τὴν καλουμένην ἱερὰν νόσον ἐπάγει, τὸ δὲ ὀξὺ καὶ ἁλμυρὸν φλέγμα τῶν ἐν ῥύσει παθῶν αἴτιον· πάντα δὲ τὰ φλεγμαίνοντα ὑπὸ χολῆς τοῦτο πέπονθε· τὰ γὰρ μυρία πάθη καὶ πολύτροπα χολή τε καὶ φλέγμα ἀπεργάζεται. τὸν μὲν δὴ συνεχῆ πυρετὸν γίνεσθαι τοῦ πυρὸς πλεονάσαντος, τὸν δὲ ἀμφημερινὸν τοῦ ἀέρος, τριταῖον δὲ ὕδατος, τεταρταῖον δὲ γῆς. ἑξῆς δὲ περὶ ψυχῆς ῥητέον, ἐντεῦθέν ποθεν ἀναλαβόντας τὸν λόγον, εἰ καὶ δόξομεν παλιλογεῖν. Ψυχὴν γὰρ παραλαβόντες ἀνθρωπίνην ἀθάνατον οὖσαν, ὡς δείξομεν, παρὰ τοῦ πρώτου θεοῦ οἱ τὰ θνητὰ γένη δμιουργοῦντες θεοὶ δύο αὐτῇ προσέθεσαν μέρη θνητά· ὡς δὲ μὴ τῆς φλυαρίας τῆς θνητῆς ἀναπιμπλάμενον ᾖ τὸ θεῖον αὐτῆς καὶ ἀθάνατον, κατῴκισαν ἐπὶ τοῦ σώματος ἐπὶ τῆς οἷονἀκροπόλεως, ἄρχον καὶ βασιλεῦον ἀποφήναντες οἴκησίν τε ἀπονείμαντες αὐτῷ τὴν κεφαλήν, σχῆμα ἔχουσαν μιμούμενον τὸ τοῦ παντός, ὑπέθεσαν δὲ τὸ ἄλλο σῶμα πρὸς ὑπηρεσίαν ὡς ὄχημα προσφύσαντες, καὶ αὐτοῖς δὲ τοῖς θνητοῖς αὐτῆς μέρεσιν οἴκησιν ἄλλην ἄλλῳ ἀπένειμαν. τὸ μὲν γὰρ θυμικὸν ἔταξαν ἐν καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε πρὸς τὸν ὀμφαλὸν ὅρου καὶ τῶν φρενῶν, καταδήσαντες ὥσπερ τι οἰστροῦν καὶ ἄγριον θρέμμα· τὸν πνεύμονα δὲ ἐμηχανήσαντο τῆς καρδίας χάριν μαλακόν τε καὶ ἄναιμον σηραγγώδη τε καὶ σπόγγͅπαραπλήσιον, ὅπως ἔχοι τι μάλαγμα πηδῶσα ἡ καρδία κατὰ τὴν ζέσιν τοῦ θυμοῦ, τὸ δὲ ἧπαρ πρὸς τὸ διεγείρειν τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ πρὸς τὸ καταπραΰνειν ἔχον γλυκύτητά τε καὶ πικρότητα· καὶ μὴν πρὸς τὸ δηλοῦν τὴν διὰ τῶν ὀνείρων μαντικήν· ἐμφαίνεσθαι γὰρ ἐν αὐτῷ διὰ τὸ λεῖον καὶ πυκνὸν καὶ λαμπρὸν τὴν ἐκ τοῦ νοῦ φερομένην δύναμιν· τὸν δὲ σπλῆνα τοῦ ἥπατος χάριν, ὅπως καθαίρῃ τε αὐτὸ καὶ παρέχῃ λαμπρόν· τὰς γοῦν ἐπιγινομένας ἔκ τινων νόσων περὶ τὸ ἧπαρ διαφθορὰς εἰς αὐτὸν δέχεσθαι Ὅτι δὲ τριμερής ἐστιν ἡ ψυχὴ κατὰ τὰς δυνάμεις, καὶ κατὰ λόγον τὰ μέρη αὐτῆς τόποις ἰδίοις διανενέμηται, μάθοιμεν ἂν ἐντεῦθεν. πρῶτον μὲν δὴ τὰ φύσει χωριζόμενα ἕτερα ὑπάρχει· φύσει δὲ χωρίζεται τὸ παθητικὸν καὶ λογιστικόν, εἴ γε τὸ μὲν περὶ τὰ νοητά ἐστι, τὸ δὲ περὶ τὰ λυπηρὰ καὶ ἡδέα, προσέτι τοῦ παθητικοῦ καὶ περὶ τὰ ζῶα ὄντος. ἔπειτά γε μὴν ἕτερα ὄντα τῇ φύσει τό τε παθητικὸν καὶ τὸ λογιστικὸν καὶ τόποις ὀφείλει κεχωρίσθαι. εὑρίσκεται γὰρ μαχόμενα ἀλλήλοις, οὔτε αὐτοῦ τινὸς πρὸς αὑτὸ μάχεσθαι δυναμένου οὔτε τῶν ἐναντιουμένων πρὸς ἄλληλα περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον δυναμένων συστῆναι. ὁρᾶται δέ γε ἐπὶ μὲν τῆς Μηδείας ὁ θυμὸς λογισμῷ μαχόμενος· λέγει γοῦν τὸ καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων· ἐπὶ δὲ τοῦ Λαΐου τὸν Χρύσιππον ἁρπάζοντος ἐπιθυμία λογισμῷ μαχομένη· λέγει γὰρ οὕτως· αἲ αἲ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. ἔτι δὲ τὸ ἕτερον εἶναι τὸ λογιστικὸν τοῦ παθητικοῦ παρίσταται κἀκ τοῦ ἑτέραν μὲν ἐπιμέλειαν εἶναι τοῦ λογιστικοῦ, ἑτέραν δὲ τοῦ παθητικοῦ· τοῦ μὲν διὰ διδασκαλίας, τοῦ δὲ διὰ τῆς τοῦ ἔθους ἀσκήσεως. Τὴν δὲ ψυχὴν ἀθάνατον ἀποφαίνει τοῦτον ἐπιὼν τὸν τρόπον. ἡ ψυχὴ ὅτῳ ἂν προσγένηται, ἐπιφέρει τούτῳ τὸ ζῇν ὡς σύμφυτον ὑπάρχον ἑαυτῇ· τὸ δὲ ἐπιφέρον τινὶ τὸ ζῇν ἀνπίδεκτόν ἐστι θανάτου· τὸ δὲ τοιοῦτον ἀθάνατον. εἰ δὲ ἀθάνατον ἡ ψυχή, καὶ ἀνώλεθρον ἂν εἴη· ἀσώματος γάρ ἐστινοὐσια, ἀμετάβλητος κατὰ τὴν ὑπόστασιν καὶ νοητὴ καὶ ἀειδὴς καὶ μονοειδής· οὐκοῦν ἀσύνθετος, ἀδιάλυτος, ἀσκέδαστος· τὸ δὲ σῶμα πᾶν τοὐναντίον αἰσθητόν, ὁρατόν, σκεδαστόν, σύνθετον, πολυειδές. καὶ γὰρ δὴ καὶ ἡ ψυχὴ διὰ μὲν τοῦ σώματος πρὸς τῷ αἰσθητῷ γινομένη ἰλιγγιᾷ τε καὶ ταράττεται καὶ οἷον μεθύει, πρὸς δὲ τῷ νοητῷ αὐτὴ καθ᾽ αὑτὴν γινομένη καθίσταται καὶ ἠρεμεῖ· πρὸς ᾧ δὴ γινομένη ταράττεται, τούτῳ οὐκ ἔοικεν· ὥστε μᾶλλον τῷ νοητῷ ἔοικε, τὸ δὲ νοητὸν ἀσκέδαστον τῇ φύσει καὶ ἀνώλεθρον. καὶ μὴν ἡγεμονεύει ἡ ψυχὴ φύσει· τὸ δὲ τῇ φύσει ἡγεμονικὸν τῷ θείῳ ἔοικεν· ὥστε ψυχὴ τῷ θείῳ ἐοικυῖα ἀνώλεθρος ἂν εἴη καὶ ἄφθαρτος. τά τε ἄμεσα ἐναντία καὶ μὴ καθ᾽ αὑτὰ ἀλλὰ κατὰ συμβεβηκὸς πέφυκεν ἐξ ἀλλήλων γίνεσθαι· ἐναντίον δὲ τοῦτο, ὃ καλοῦσιν οἱ ἄνθρωποι ζῇν, τῷ τεθνάναι· ὡς οὖν ὁ θάνατος διάκρισις ψυχῆς ἀπὸ σώματος, οὕτω καὶ ἡ ζωὴ σύνοδος ψυχῆς, οὔσης δηλονότι πρόσθεν, καὶ σώματος· εἰ δὲ καὶ ἔσται μετὰ θάνατον καὶ ἦν πρὸ τοῦ περιπεσεῖν σώματι, πιθανώτατον ἀΐδιον αὐτὴν εἶναι, οὐ γὰρ οἷόν τε τὸ φθεροῦν αὐτὴν νοῆσαι. εἴ γε μὴν αἱ μαθήσεις ἀναμνήσεις εἰσίν, ἀθάνατος ἂν εἴη ἡ ψυχή· ὅτι δὲ αἱ μαθήσεις ἀναμνήσεις, τοῦτον ἂν ἐπαχθείημεν τὸν τρόπον· οὐ γὰρ ἂν ἄλλως μάθησις ὑποσταίη, ἢ κατὰ ἀνάμνησιν τῶν πάλαι γνωσθέντων. εἰ γὰρ ἀπὸ τῶν κατὰ μέρος ἐνενοοῦμεν τὰς κοινότητας, πῶς ἂν τὰ κατὰ μέρος διωδεύσαμεν ἄπειρα ὑπάρχοντα, ἢ πῶς ἀπ᾽ ὀλίγων; διεψεύσθημεν γὰρ ἄν, οἷον φέρε κρίναντες τὸ ἀναπνοῇ χρώμενον μόνον ζῶον εἶναι· ἢ πῶς ἂν τὸ ἀρχικὸν εἶεν αἱ ἔννοια; ἀναμνησκῶς οὖν νοοῦμεν ἀπὸ μικρῶν αἰθυγμάτων, ἀπό τινων κατὰ μέρος ὑποπεσόντων ἀναμιμνησκόμενοι τῶν πάλαι ἐγνωσμένων, ὧν λήθην ἐλάβομεν ἐνσωματωθέντες. ἔτι δὲ ἡ ψυχὴ οὐ φθείρεται ὑπὸ τῆς ἰδίας κακίας, οὐδὲ ὑπὸ τῆς ἄλλου φθείροιτ᾽ ἄν, οὐδ᾽ ἁπλῶς ὑπ᾽ ἄλλου, οὕτω δὲ ἔχουσα ἄφθαρτον ἂν εἴη. τό γε μὴν αὐτοκίνητον ἀρχικῶς ἀεικίνητον, τὸ δὲ τοιοῦτον ἀθάνατον·αυτοκίνητον δὲ ἡ ψυχή, τὸ δὲ αὐτοκίνητον ἀρχὴ πάσης κινήσεως καὶ γενέσεως, ἀρχὴ δὲ ἀγένητον καὶ ἀνώλεθρον· ὥστε ἥ τε τῶν ὅλων ψυχὴ τοιαύτη ἂν εἴη καὶ ἡ ἀνθρωπίνη, τοῦ αὐτοῦ γε κράματος ἀμφότεραι μεταλαβοῦσαι. αὐτοκίνητον δέ φησι τὴν ψύην, ὅτι σύμφυτον ἔχει τὴν ζωὴν ἀεὶ ἐνεργοῦσαν καθ᾽ αὑτήν. ὅτι μὲν οὖν αἱ λογικαὶ ψυχαὶ ἀθάνατοι ὑπάρχουσι κατὰ τὸν ἄνδρα τοῦτον, βεβαιώσαιτ᾽ ἄν τις· εἰ δὲ καὶ αἱ ἄλογοι, τοῦτο τῶν ἀμφισβητουμένων ὑπάρχει. πιθανὸν γὰρ τὰς ἀλόγους ψυχάς, ψιλῇ τε φαντασίᾳ ἐλαυνομένας καὶ οὔτε λογισμῷ οὔτε κρίσει χρωμένας, οὔτε θεωρήμασι καὶ τῇ τούτων συναγωγῇ οὔτε αθολικαῖς διαλήψεσι, παντελῶς δὲ ἀνεννοήτους οὔσας καὶ τῆς νοητῆς φύσεως, μήτε τῆς αὐτῆς οὐσίας εἶναι ταῖς λογικαῖς, θνητάς τε καὶ φθαρτὰς ὑπάρχειν. τῷ δὲ ἀθανάτους εἶναι τὰς ψυχὰς λόγῳ ἠκολούθησε τὸ εἰσκρίνεσθαι αὐτὰς τοῖς σώμασι, παρμφυομένας ταῖς τῶν ἐμβρύων διαπλαστικαῖς φύσεσι, καὶ διαμείβειν πολλὰ σώματα καὶ ἀνθρώπινα καὶ οὐκ ἀνθρώπινα, ἢ ἀριθμοὺς μενούσας ἢ βουλήσει θεῶν ἢ δι᾽ ἀκολασίαν ἢ διὰ φιλοσωματίαν· ἔχει δέ πως οἰκειότητα πρὸς ἄλληλα σῶμα καὶ ψυχή, ὡς πῦρ καὶ ἄσφαλτος. καὶ ἡ θεῶν δὲ ψυχὴ κέκτηται καὶ αὐτὴ τό τε κριτικόν, ὃ καὶ γνωστικὸν ἂν καλοῖτο, καὶ μὴν τὸ ὁρμητικόν τε, ὃ καὶ παραστατικὸν ἄν τις ὀνομάσειε, καὶ τὸ οἰκειωτικόν· αἵτινες δυνάμεις οὖσαι καὶ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς μετὰ τὸ ἐνσωματωθῆναι οἷον μεταβολὴν λαμβάνουσιν, ἡ μὲν οἰκειωτικὴ εἰς τὸ ἐπιθυμητικόν, ἡ δὲ ὁρμητικὴ εἰς τὸ θυμοειδές.