<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="19"><p rend="indent">Ἀκοὴ δὲ γέγονε πρὸς φωνῆς γνῶσιν, ἀρχομένη <pb facs="platonisdialogi06plat_0220"/>μὲν ἀπὸ τῆς περὶ την κεφαλὴν κινήσεως, τελευτῶσα δὲ
            περὶ ἥπατος ἕδραν· ἡ δὲ φωνή ἐστιν ἡ δι᾽ ὤτων ἐρχομένη ἐγκεφάλον τε καὶ αἵματος,
            διαδιδομένη δὲ μέχρι ψυχῆς πληγή, ὀξεῖα μὲν ἡ ταχέως κινουμένη, βαρεῖα δὲ ἡ βραδέως,
            καὶ μεγάλη μὲν ἡ πολλή, μικρὰ δὲ ἡ ὀλίγη. τούτοις δὲ ἑπομένως ἡ τῶν μυκτήρων δύναμις
            πρὸς τὴν τῶν ὀσμῶν αἴσθησιν συνέστη· ἔστι δὲ ἡ ὀσμὴ τὸ κατιὸν ἀπὸ τῶν ἐν τοῖς μυκτῆρσι
            φλεβίων πάθος μέχρι τῶν περὶ τὸν ὀμφαλὸν τόπων· εἴδη δὲ ταύτης οὐχ ὑπάρχει ὠνομασμένα
            ἔξω δυοῖν τοῖν γενικωτάτοιν, εὐώδους τε καὶ δυσώδους, ἅπερ τὴν τοῦ ἀλγεινοῦ τε καὶ
            ἡδέος ἔχει πρόσρησιν. πᾶσαν δὲ τὴν ὀσμὴν ἀέρος μὲν εἶναι παχυτέραν, ὕδατος δὲ
            λεπτοτέραν· σημεῖον δέ, ἐν οἷς εἰκότως λέγεται τὸ τῆς ὀσμῆς γένος, ὅτι τούτων ἐστὶ τῶν
            οὐδέπω μεταβολὴν τελείαν εἰληφότων, ἀλλὰ κοινωνίαν ἐχόντων ἀέρος τε καὶ ὕδατος, ταῦτα δὲ
            εἶναι κατὰ καπνόν τε καὶ ὁμίχλην· τούτων γὰρ εἰς ἄλληλα ἀμειβόντων ἡ τῆς ὀσφρήσεως
            αἴσθησις συντελεῖται. τήν γε μὴν γεῦσιν ποικιλωτάτων χυμῶν ἐπιγνώμονα κατεσκεύασαν οἱ
            θεοί, φλεβία κατατείναντες ἀπ᾽ αὐτῆς μέχρι καρδίας, δοκίμια ἐσόμενα καὶ κριτήρια
            τῶν χυμῶν· ταῦτα δὲ συγκρινόμενα καὶ διακρινόἀνα᾽̀ατὰ τὰς προσπτώσεις τῶν χυμῶν
            διορίζει ὴνενττοις παραλλαγήν. εἰσὶ δὲ χυμῶν διαφοραὶ ἑπτά· γλυκύς, ὀξύς, στρυφνός,
            αὐστηρός, ἁλμυρός, δριμύς, πικρός· τούτων δὲ τὸν μὲν γλυκὺν ἐναντίαν φύσιν ἔχειν τοῖς
            ἄλλοις ἅπασι συμβέβηκε, διαχέοντα οἰκείως τὴν περὶ τὴν γλῶτταν ὑγρότητα· τοὺς δὲ
            λοιπούς, τοὺς μὲν κυκῶντάς τε καὶ σπαράττοντας ὀξεῖς, τοὺς δὲ ἐκθερμαίνοντας καὶ εἰς τὰ
            ἄνω θέοντας δριμεῖς, τοὺς δὲ τὸ ῥυπτικὸν ἔχοντας σφοδρὸν ὥστεσυντήκειν πικρούς, τοὺς
            δὲ ἠρέμα καθαίροντάς τε καὶ ῥύπτοντας ἁλμυρούς, τῶν δὲ συναγόντων τοὺς πόρους καὶ
            συγρν́ντων τοὺς μὲν τραχυτέρους στρυφνοὺς εἶναι, τοὺς δ᾽ ἧττον τοῦτο ἐργαζομένους
            αὐστηρούς. ἁπτικὴν δ᾽ εἶναι δύναμιν κατασκευασμένην ὑπὸ θεῶν ἀντιληπτικὴν θερμῶν τε
            καὶ ψυχρῶν μαλακῶν τε καὶ σκληρῶν κούφων τε καὶ βαρέων λείων τε καὶ τραχέων, ὡς κρίνειν
            καὶ τὰς ἐν τούτοις διαφοράς. εἴκοντα μὲν δή φαμεν τὰ παραδεχόμενα τὴν ἁφήν, ἀντίτυπα δὲ
            ἃ οὐκ εἴκει· τοῦτο δὲ συμβαίνει παρὰ τὰς βάσεις αὐτῶν τῶν <pb facs="platonisdialogi06plat_0221"/>σωμάτων· τὰ μὲν γὰρ ἔχοντα μείζονας μόνιμα καὶ
            ἑδραῖα, τὰ δὲ ἐπὶ μικροῦ βεβῶτα εὔεικτα καὶ μαλακὰ καὶ εὐμετάβολα ὄντα τυγχάνει. τραχὺ
            δὲ εἴη ἂν τὸ ἀνώμαλον μετὰ σκληρότητος, λεῖον δὲ τὸ ὁμαλὸν μετὰ πυκνοῦ· τό γε μὴν θερμοῦ
            καὶ ψυχροῦ πάθος ἐναντιώτατα ὄντα ἐναντίοις αἰτίοις συνίσταται. τὸ μὲν γὰρ ὀξύτητι τῶν
            μερῶν καὶ τραχυτητι διατέμνον τὸ θερμὸν πάθος ποιεῖ, τὸ δὲ ψυχρὸν ἁδρομερέστερον τῇ
            εἰσόδῳ, ἐξωθούντων μὲν τὰ ἐλάττονα καὶ μικρά, βιαζομένων δὲ ἐλθεῖν εἰς τὴν ἐκείνων
            ἕδραν. σεισμὸς γάρ τις καὶ τρόμος τότε συνίσταται, καὶ τὸ ἐπὶ τούτῳ πάθος ἐν τοῖς σώμασι
            ῥῖγος ὑπάρχει. </p></div></div></body></text></TEI>