<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="18"><p rend="indent">Ἱδρύσαντες δὲ περὶ τὸ πρόσωπον τὰ φωσφόρα ὄμματα καθεῖρξαν ἐν αὐτοῖς τοῦ
            πυρὸς τὸ φωτοειδές, ὅπερ λεῖον ὑπάρχον καὶ πυκνὸν ἀδελφὸν ᾤοντο εἶναι τοῦ μεθημερινοῦ
            φωτός. τοῦτο δὴ ῥᾷστα δι᾽ ὅλων μὲν τῶν ὀφθαλμῶν, μάλιστα δὲ κατὰ τὸ μέσον αὐτῶν διεκθεῖ,
            τὸ καθαρώτατόν τε καὶ εἱλικρινέστατον· ὃ γινόμενον συμπαθὲς τῷ ἔξωθεν, ὅμοιον ὁμοίῳ,
            ὁρατικὴν αἴσθησιν παρέχεται· ὅθεν καὶ τοῦ φωτὸς νύκτωραπιόντος ἢ σκοτωθέντος οὐκέτι
            προσφύεται τὸ ἀφ᾽ ἡμῶν ῥεῦμα τῷ πλησίον ἀέρι, συνεχόμενον δὲ ἐντὸς ὁμαλύνει τε καὶ
            διαχεῖ τὰς ἐν ἡμῖν κινήσεις, ἐπαγωγὸν ὕπνου γινόμενον, παρ᾽ ὃ καὶ μύει τὰ βλέφαρα.
            πολλῆς μὲν δὴ ἡσυχίας γινομένης βραχυόνειροι ὕπνοι ἐμπίπτουσιν, ὑπολειφθεισῶν δέ τινων
            κινήσεων φαντάσματα συχνὰ γίνεται περὶ ἡμᾶς· καὶ τὰς μὲν ὕπαρ τε καὶ ὄναρ κατ᾽ εὐθυωρίαν
            γινομένας φαντασίας ὡδὶ συνίστασθαι· ταύταις δὲ ἑπομένως καὶ τὰς κατὰ τῶν κατόπτρων
            εἰδωλοποιΐας καὶ τῶν ἄλλων ὅσα διαφανῆ καὶ λεῖα οὐκ ἄλλως ἢ κατὰ ἀνάκλασιν
            συντελεῖσθαι, ὡς ἂν ἔχῃ τὸ κάτοπτρον κυρότητος ἢ κοιλότητος <del>ἢ μήκους</del>̀· διάφοροι γὰρ
            ἔσονται φαντασίαι, ἀνταπωθουμένων τῶν φώτων πρὸς τὰ μέρη τὰ ἕτερα, ἀπολισθαινόντων μὲν
            τῆς κυρτότητος, εἰς δὲ τὴν κοιλότητα συνιόντων. οὕτω γὰρ ἐφ᾽ ὧν μὲν ἐξ ἐναντίων τὸ λαιὸν
            καὶ τὸ δεξιὸν ̔ραται, ἐφ᾽ ὧν δὲ κατὰ ἴσον, ἐφ᾽ ὧν δὲ τὰ κάτω πρὸς τὰ ἄνω καὶ ἔμπαλιν
            μεταπίπτει. </p></div></div></body></text></TEI>