Οἱ δὲ θεοὶ ἔπλασαν μὲν προηγουμένως τὸν ἄνθρωπτον ἐκ γῆς καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, μοίρας τινὰς δανειζόμενοι εἰς ἀπόδοσιν, συνθέντες δὲ ἀοράτοις γόμφοις ἕν τι σῶμα ἐργασάμενοι, τῆς καταπεμφθείσης ψυχῆς τὸ κύριον ἐνέδησαν εἰς τὴν κεφαλήν, ὥσπερ ἄρουραν ὑποθέντες τὸν ἐγκέφαλον, περὶ δὲ τὸ πρόσωπον ἔθεσαν τὰ τῶν αἰσθητηρίων ὄργανα, ὑπηρεσίαν ἐκτελέσοντα τὴν προσήκουσαν· συνέθεσαν δὲ τὸν μὲν μυελὸν ἐκ τῶν λείων τε καὶ ἀστραβῶν τριγώνων, ἐξ ὧν τὰ στοιχεῖα ἐγένετο, σπέρματος γένεσιν ἐσόμενον· τὸ δὲ ὀστοῦν ἐκ γῆς καὶ μυελοῦ δευθέντων καὶ πολλάκις ὕδατι καὶ πυρὶ βαφέντων· τὰ δὲ νεῦρα ἐξ ὀστοῦ καὶ σαρκός· αὐτὴ δὲ σὰρξ ἐγένετο ἔκ τε ἁλμυροῦ καὶ ὀξέος οἷον ζυμώματος. περιέθηκαν δὲ μυελῷ μὲν τὸ ὀστοῦν, τοῖς δὲ ὀστοῖς πρὸς σύνδεσιν αὐτῶν νεῦρα· καὶ διὰ νεύρων μὲν κάμψεις ἐγένοντο καὶ ἄρθρων συνδέσεις, διὰ δὲ σαρκὸς σκέπη αὐτοῖς ὥσπερ ἐππλασσομένης, πὴ μὲν λευκῆς, πὴ δὲ πελιᾶς, πρὸς αὐτὸ τὸ εὔχρηστον τῷ σώματι. ἐκ τούτων δὲ καὶ τὰ ἐντὸς συνεπλέχθη σπλάγχνα, κοιλία τε καὶ περὶ ταύτην ἔντερα ἑλιχθέντα, ἄνωθέν τε ἀπὸ στόματος ἀρτηρία καὶ φάρυγξ, ἡ μὲν εἰς στόμαχον, ἡ δὲ εἰς πνεύμονα ἰοῦσα. διοικεῖται δὲ τὰ σιτία κατὰ τὴν γαστέραπνεματί τε καὶ θερμῷ τεμνόμενα καὶ μαλαττόμενα καὶ οὕτως ἐπὶ πᾶν τὸ σῶμα χωροῦντα κατὰ τὰς οἰκείας μεταβολάς· δύο δὲ φλέβες παρὰ τὴν ῥάχιν ἰοῦσαι τὴν κεφαλὴν ἐναντίως καταπλέκουσιν ἀλλήλαις ἀπαντῶσαι, σχίζονταί τε τοὐντεῦθεν ἐπὶπολλά. ἐργασάμενοι δὲ οἱ θεοὶ τὸν ἄνθρωπον καὶ ἐνδήσαντες τῷ σώματι αὐτοῦ τὴν ψυχὴν δεσπόσουσαν αὐτοῦ, ταύτης τὸ ἡγεμονικὸν κατὰ λόγον περὶ τὴν κεφαλὴν καθίδρυσαν, ἔνθα μυελοῦ τε ἀρχαὶ καὶ νεύρων καὶ κατὰ τὰς πείσεις παραφροσύναι, περικειμένων καὶ τῶν αἰσθήσεων τῇ κεφαλῇ, ὥσπερ δορυφορουσῶν τὸ ἡγεμονικόν. ἐν τούτῳ καὶ τὸ λογιστικὸν τῷ τόπῳ καὶ τὸ κρῖνόν τε καὶ θεωροῦν· τὸ δὲ παθητικὸν τῆς ψυχῆς κατωτέρω ἐποίησαν, τὸ μὲν θυμικὸν περὶ τὴν καρδίαν, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸ ἦτρον καὶ τοὺς περὶ τὸν ὀμφαλὸν τόπους, περὶ ὧν ὕστερον εἰρήσεται.