<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="16"><p rend="indent">Ἐπεὶ διεκεκόσμητο αὐτῷ τὰ πάντα, τρία δὲ τὰ λοπᾷ γένη ζώων ἔλειπεν,
            ἅπερ ἔμελλε θνητὰ ἔσεσθαι, τό τε πτηνὸν καὶ τὼ ἔνυδρον καὶ τὸ πεζόν, τοῖς ἐκγόνοις
            αὐτοῦ θεοῖς ἐπέταξε τὴν τούτων ποίησιν, ὅπως μὴ ὑπ᾽ αὐτοῦ πλασθέντα ἀθάνατα γένοιτο.
            αὐτοὶ δὴ δανεισάμενοι ἀπὸ τῆς πρώτης ὕλης <pb facs="platonisdialogi06plat_0218"/>μόρια ἄττα πρὸς ὡρισμένους χρόνους, ὡς εἰς αὐτὸ πάλιν ἀποδοθησόμενα, ἐδημιούργουν τὰ
            θνητὰ ζῶα. ἐπεὶ δὲ περὶ τοῦ ἀνθρώπων γένους ὡς συγγενεστάτου θεοῖς πάλιν φροντὶς ἦν τῷ
            τε πατρὶ πάντων καὶ τοῖς τούτου ἐκγόνοις θεοῖς, κατέπεμψεν ἐπὶ τὴν γῆν τὰς τούτου τοῦ
            γένους ψυχὰς ὁ τῶν ὅλων δηιουργὸς ἰσαρίθμους τοῖς ἄστροις· ἐμβιβάσας δὲ ὡς εἰς ὄχημα
            ἄστρον τὸ σύννομον ἁπάσας νόμους τοὺς εἱμαρμένους εἶπεν αὐταῖς νομοθέτου τρόπον, ὅπως
            αὐτὸς ἀναίτιος ᾖ· ὅτι τὰ πάθη ἀπὸ σώματος προσφύσεται θνητά· πρῶτον μὲν αἰσθήσεις,
            ἔπειτα δὲ ἡδονὴ καὶ λύπη φόβος τε καὶ θυμός, ὧν κρατήσασαι καὶ μηδαμῶς βιασθεῖσαι αἱ μὲν
            δίκῃ βιώσονται καὶ εἰς τὸ σύννομον ἄστρον ἀφίξονται, αἱ δὲ κρατηθεῖσαι ὑπὸ ἀδικίας εἰς
            γυναικὸς ἐν τῇ δευτέρᾳ γενέσει βίον ἐλεύσονται, μὴ παυόμεναι δὲ τὸ τελευταῖον εἰς
            θηρίων φύσιν· τέλος δὲ αὐταῖς τῶν πόνων ἔσται τὸ νικῆσαι μὲν τὰ προσφύντα, εἰς δὲ τὴν
            οἰκείαν ἕξιν ἐλθεῖν. </p></div></div></body></text></TEI>