<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="15"><p rend="indent">Εἰσὶ δὲ καὶ ἄλλοι δαίμονες, οὕς καὶ καλοίη ἄν τις γεννήτους θεούς, καθ᾽
            ἕκαστον τῶν στοιχείων, οἱ μὲν ὁρατοί, οἱ δὲ ἀόρατοι, ἔν τε αἰθέρι καὶ πυρὶ ἀέρι τε καὶ
            ὕδατι, ὡς μηδὲν κόσμου μέρος ψυχῆς ἄμοιρον εἶναι μηδὲ ζώου κρείττονος θνητῆς φύσεως·
            τούτοις δὲ ὑποτέτακται τὰ ὑπὸ σελήνην πάντα καὶ τὰ ἐπίγεια. ὁ μὲν γὰρ θεὸς τοῦ τε παντὸς
            ὑπάρχει ποιητὴς αὐτὸς καὶ τῶν θεῶν τε καὶ τῶν δαιμόνων, ὃ δὴ πᾶν λύσιν οὐκ ἔχει κατὰ τὴν
            ἐκείνου βούλησιν· τῶν δὲ ἄλλων οἱ ἐκείνου παῖδες ἡγοῦνται, κατὰ τὴν ἐκείνου ἐντολὴν καὶ
            μίμησιν πράττοντες ὅσα πράττουσιν, ἀφ᾽ ὧν κλῃδόνες καὶ ὀττεῖαι καὶ ̓́νείρατα καὶ
            χρησμοὶ καὶ ὅσα κατὰ μαντείαν ὑπὸ θνητῶν τεχνιτεύεται. κεῖται δὲ ἡ μὲν γῆ τῶν ὅλων μέση,
            περὶ τὸν διὰ παντὸς τεταμένον σφιγγομένη πόλον, ἡμέρας φύλαξ καὶ νυκτός, πρεσβυτάτη τῶν
            ἐντὸς οὐρανοῦ θεῶν· μετά γε τὴν ψυχὴν τοῦ κόσμου τροφὴν ἡμῖν παρέχουσα δαψιλῆ· περὶ ἥν
            ὁ κόσμος πολεῖται, ἄστρον τι καὶ αὕτη ὑπάρχουσα, μένουσα δὲ διὰ τὸ ἰσόρροπόν τι εἶναι
            χρῆμα ἐν μέσῳ κείμενον, ὅμοιον τῶν περιεχόντων. ὁ δὲ αἰθὴρ ἐξωτάτω διῃρημένος εἴς τε τὴν
            τῶν ἀπλανῶν σφαῖραν καὶ εἰς τὴν τῶν πλανωμένων· μεθ᾽ ἅς ἡ τοῦ ἀέρος ὑπάρχει, καὶ ἐν μέσῳ
            ἡ γῆ σὺν τῷ ἑαυτῆς ὑγρῷ. </p></div></div></body></text></TEI>