<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="14"><p rend="indent">Τὰ μὲν δὴ σώματα εἰς τὰς τῶν ἐμφαινομένων ἐν τῇ ψυχῇ δυνάμεων <gap reason="lost" rend="..."/> τὴν
            διδασκαλίαν αὐτῆς πεποίηται. ἐπεὶ γὰρ ἕκαστα τῶν ὄντων κρίνομεν τῇ ψυχῇ τὰς ἁπάντων τῶν
            ὄντων ἀρχὰς εἰκότως ἐγκατέταξεν αὐτῇ, ἵν᾽ ἀεὶ τῶν ὑποπιπτόντων ἕκαστον κατὰ τὸ
            συγγενὲς καὶ παραπλήσιον θεωροῦντες σύμφωνον τοῖς ἔργοις καὶ τὴν οὐσίαν αὐτῆς
            ὑποστησώμεθα. λέγων οὖν εἶναί τινα νοητὴν οὐσίαν ἀμέριστον, καὶ ἄλλην περὶ τὰ σώματα
            μεριστὴν ὑπεστήσατο ἐμφαίνων, ὅτι ἑκατέρας τῶν οὐσιῶν ἐφάπτεσθαι δύναται τῇ νοήσει· ὁρῶν
            δὲ καὶ ἐπὶ τῶν νοητῶν ταυτότητά τε καὶ ἑτερότητα, καὶ ἐπὶ τῶν μεριστῶν, ἐκ πάντων
            τούτων συνηράνικε τὴν ψυχήν· ἢ γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζεται, ὡς τοῖς Πυθαγορείοις
            ἀρέσκει, ἢ τῷ ἀνομοίω τὸ ἀνόμοιον, ὡς Ἡρακλείτῳ τῷ φυσικῷ. ὅταν δὲ εἴπῃ γεννητὸν
            εἶναι τὸν κόσμον, οὐχ οὕτως ἀκουστέον αὐτοῦ, ὡς ὄντος ποτὲ χρόνου, ἐν ᾧ οὐκ ἦν κόσμος·
            ἀλλὰ διότι ἀεὶ ἐν γενέσει ἐστὶ καὶ ἐμφαινει τῆς αὑτοῦ ὑποστάσεως ἀρχικώτερόν τι αἴτιον·
            καὶ τὴν ψυχὴν δὲ ἀεὶ οὖσαν τοῦ κόσμου οὐχὶ ποιεῖ ὁ θεός, ἀλλὰ κατακοσμει, καὶ ταύτῃ
            λέγοιτ᾽ ἂν καὶ ποιεῖν, ἐγείρων καὶ ἐπιστρέφων πρὸς αὑτὸν τόν τε νοῦν αὐτῆς καὶ αὐτὴν
            ὥσπερ ἐκ κάρου τινὸς <del>βαθέος ὕπνου</del>, ὅπως ἀποβλέπουσα πρὸς τὰ νοητὰ αὐτοῦ δέχηται τὰ
            εἴδη καὶ τὰς μορφάς, ἐφιεμένη τῶν ἐκείνου νοημάτων. δῆλον οὖν ὅτι ζῶον ἂν εἴη ὁ κόσμος
            καὶ νοερόν· ἄριστον γὰρ αὐτὸν βουλόμενος ποιῆσαι ὁ θεὸς ἀκολούθως καὶ ἔμψυχον αὐτὸν
            ἐποίησε καὶ νοερόν· τό τε γὰρ ἔμψυχον <pb facs="platonisdialogi06plat_0216"/>ἀποτέλεσμα
            τοῦ μὴ ἐμψύχου ὅλον ὅλου κρεῖττον καὶ τὸ νοερὸν τοῦ μὴ νοεροῦ, ἴσως οὐχ οἵου τε ὄντος
            νοῦ ἄνευ ψυχῆς ὑποστῆναι· τῆς δὲ ψυχῆς ταθείσης ἐκ τοῦ μέσου ἐπὶ τὰ περατα, συνέβη αὐτὴν
            τὸ σῶμα τοῦ κόσμου κύκλῳ διὰ παντὸς περιέχειν καὶ περικαλύψαι, ὥστε ὅλῳ τῷ κόσμῳ αὐτὴν
            παρεκτεῖναι καὶ τούτῳ τῷ τρόπῳ αὐτὸν συνδεῖν τε καὶ συνέχειν, κρατεῖν μέντοι τὰ ἐκτὸς
            αὐτῆς τῶν ἐντός. ἡ μὲν γὰρ ἐκτὸς ἄσχιστος ἔμεινεν, ἡ δὲ ἐντὸς εἰς ἑπτὰ κύκλους ἐτμήθη ἐξ
            ἀρχῆς νεμηθεῖσα κατὰ διπλάσια καὶ τριπλάσια διαστήματα· ἔστι τε ἡ μὲν περιεχομένη ὑπὸ
            τῆς ἀσχίστου μεινάσης σφαίρας ταὐτῷ παραπλησία, ἡ δὲ σχισθεῖσα θατέρῳ. ἡ μὲν γὰρ τοῦ
            πάντα περιέχοντος οὐρανοῦ κίνησις ἀπλανὴς οὖσα μία τέ ἐστι καὶ τεταγμένῃ, ἡ μέντοι τῶν
            ἐντὸς ποικίλη καὶ ἀνατολαῖς τε καὶ δύσεσιν ἀλλοία, διὸ καὶ πλανῆτις καλεῖται· φέρεται δὲ
            ἡ μὲν ἐκτὸς ἐπὶ τὰ δεξιὰ ἀπ᾽ ἀνατολῆς ἐπὶ δύσιν κινουμένη, ἡ δ᾽ ἐντὸς ἀνάπαλιν ἐπὶ τὰ
            ἀριστερά, ἀπὸ δύσεως ἐπ᾽ ἀνατολὴν ὑπαντιάζουσα τῷ κόσμῳ. ἐδημιούργησε δὲ ὁ θεὸς καὶ
            ἀστέρας τε καὶ ἄστρα, καὶ τούτων τὰ μὲν ἀπλανῆ, κόσμον οὐρανοῦ τε καὶ νυκτός, πάμπολλα
            ὄντα τῷ πλήθει, τὰ δὲ εἰς γένεσιν άριθιοῦ καὶ χρόνου καὶ δεῖξιν τῶν ὄντων, ἑπτὰ ὄντα.
            καὶ γὰρ τὸν χρόνον ἐποίησε τῆς κινήσεως τοῦ κόσμου διάστημα, ὡς ̓ἂν εἰκόνα τοῦ αἰῶνος,
            ὅς ἐστι μέτρον τοῦ αἰωνίου κόσμου τῆς μονῆς. τὰ δὲ μὴ ἀπλανῆ τῶν ἄστρων τῇ δυνάμει οὐχ
            ὅμοια. ἥλιος μὲν ἡγεμονεύει πάντων, δεικνύς τε καὶ φαίνων τὰ σύμπαντα· σελήνη δὲ ἐν
            τάξει δευτέρᾳ θεωρεῖται ἕνεκα τῆς δυνάμεως, οἱ δὲ ἄλλοι πλανῆται ἀναλόγως κατὰ μοῖραν
            ἕκαστος ἰδίαν. καὶ σελήνη μὲν μηνὸς μέτρον ποιεῖ, ἐκπεριελθοῦσα τὸν ἑαυτῆς κύκλον καὶ
            καταλαβοῦσα τὸν ἥλιον ἐν τοσούτῳ· ἥλιος δὲ ἐνιαυτῷ· περιελθὼν γὰρ τὸν ζωοφόρον κύκλον
            πληροῖ τὰς ὥρας τοῦ ἔτους· οἵ τε ἄλλοι καθ᾽ ἕνα ἕκαστον περιόδοις ἰδίαις κέχρηνται,
            αἵτινες θεωρηταὶ οὐ τοῖς τυχοῦσιν εἰσίν, ἀλλὰ τοῖς πεπαιδευμένοις· ἐκ δὲ πασῶν τῶν
            περιόδων ὁ τέλειος ἀριθμὸς καὶ χρόνος συμπεραιοῦται, ὁπόταν ἐπὶ τὸ αὐτὸ σημεῖον πάντες
            οἱ πλανῆται ἐλθόντες ταύτην τὴν τάξιν λάβωσιν, ὥστε εὐθείας νοηθείσης ἀπὸ τῆς ἀπλανοῦς
            σφαίρας ἐπὶ τὴν γῆν νευούσης κατὰ κάθετον τὰ κέντρα αὐτῶν ἐπὶ ταύτης θεωρεῖσθαι. ἑπτὰ
            τοίνυν σφαιρῶν οὐσῶν ἐν τῇ πλανωμένῃ σφαίρᾳ, ἑπτὰ σώματα <pb facs="platonisdialogi06plat_0217"/>ὁ θεὸς δημιουργήσας ὁρατὰ ἐκ πυρώδους τῆς πλείστης
            οὐσίας ἐφήρμοσε ταῖς σφαίραις ὑπαρχούσαις ἐκ τοῦ θατέρου κύκλου καὶ πλανωμένου. σελήνην
            μὲν δὴ τῷ μετὰ γῆν ἐπέθηκε κύκλῳ τῷ πρώτῳ, ἥλιον δὲ εἰς τὸν δεύτερον ἔταξε, φωσφόρον δὲ
            καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον ἀστέρα εἰς τὸν ἰσοταχῆ μὲν ἡλίῳ κύκλον ἰόντα, τούτου δὲ
            ἀφεστῶτα· ὕπερθεν δὲ τοὺς ἄλλους κατὰ σφαῖραν οἰκείαν· τὸν μὲν βραδύτατον αὐτῶν ὑπὸ τῇ
            τῶν ἀπλανῶν κείμενον σφαίρᾳ, ὅν Κρόνου τινὲς ἐπονομάζουσιν ἀστέρα, τὸν δὲ βραδυτῆτι
            δεύτερον μετὰ τοῦτον Διὸς ἐπώνυμον, ὑφ’ ὅν τὸν Ἄρεως· ὀγδόη δὲ πᾶσιν ἡ ἄνωθεν δύναμις
            περιβέβληται. πάντες δὲ οὗτοι νοερὰ ζῶα καὶ θεοὶ καὶ σφαιρικὰ τοῖς σχήμασιν. </p></div></div></body></text></TEI>