<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="13"><p rend="indent">Ἐξ ὧν δὲ συνέστηκεν ὁ κόσμος, δύο ὑπαρχόντων, σώματος καὶ ψυχῆς, ὧν τὸ
            μὲν ὁρατὸν καὶ ἁπτόν, ἡ δὲ ἀόρατός τε καὶ ἀναφής, ἑκατέρου ἡ δύναμις καὶ ἡ σύστασις
            διάφορος οὖσα τυγχάνει. τὸ μὲν γὰρ σῶμα αὐτοῦ ἐκ πυρὸς γέγονε καὶ γῆς ὕδατός τε καὶ
            ἀέρος· ταῦτα δὴ τὰ τέτταρα συλλαβὼν ὁ δημιουργὸς τοῦ κόσμου οὐ μὰ Δία στοιχείων τάξιν
            ἐπέχοντα διεσχημάτισε πυραμίδι καὶ κύβῳ καὶ ὀκταέδρῳ καὶεἰκοσαέδρῳ καὶ ἐπὶ πᾶσι
            δωδεκαέδρῳ· καὶ καθὸ μὲν πυραμίδος σχῆμα ἔλαβεν ἡ ὕλη, πῦρ ἐγένετο, τμητικωτάτου τοῦ
            σχήματος ὄντος καὶ ἐξ ἐλαττόνων τριγώνων, ταύτῃ δὲ καὶ μανοτάτου· καθὸ δὲ ὀκταέδρου,
            τὴν ἀέρος ποιότητα ἀπέλαβε, καθὰ δὲ εἰκοσαέδρου τύπον, τὴν ὕδατος ποιότητα ἔσχε, τὸ δὲ
            τοῦ κύβου σχῆμα ἀπεδίδου τῇ γῇ, στερεωτάτῃ ὑπταρχούσῃ καὶἑδραιοτάτη· τῷ δὲ
            σχήματι τῷ δωδεκαέδρῳ πρὸς τὸ πᾶν κατεχρήσατο. πάντων δὲ τούτων ἀρχικωτέρα φύσις ἡ τῶν
            ἐπιπέδων· τῶν γὰρ στερεῶν προηγεῖται τὰ ἐπίπεδα· τῆς δὲ ἐπιπέδου φύσεως ὥσπερ τινὰ
            πρόγονα δύο ὑπάρχει τρίγωνα τὰ κάλλιστα ὀρθογώνια, ὄντα τὸ μὲν σκαληνόν, τὸ δὲ
            ἰσοσκελές· τοῦ σκαληνοῦ μίαν μὲν γωνίαν ὀρθὴν ἔχοντος, μίαν δὲ διμοίρου, τὴν δὲ
            καταλειπομένην τρίτου. τὸ μὲν δὴ πρότερον, λέγω δὲ τὸσαληνὸν τρίγωνον, πυραμίδος καὶ
            ὀκταέδρου καὶ εἰκοσαέδρου στοιχεῖον γίνεται, τῆς μὲν πυραμίδος ἐκ τεττάρων ἰσοπλεύρων
            τριγώνων συνεστώσης, εἰς ἕξ τρίγωνα σκαληνὰ τὰ εἰρημένα ἑκάστου διαιρουμένου· τοῦ δὲ
            ὀκταέδρου ἐξ ὀκτὼ ομοίωςδαιρουμένου ἑκάστου εἰς ἕξ σκαληνά, τὰ δὲ εἰκοσαέδρου ἐξ
            εἴκοσι. τὸ δὲ ἕτερον, λέγω δὲ τὸ ἰσοσκελές, συστατικὸν τοῦ κύβου γίνεται· τέτταρα γὰρ
            ἰσοσκελῆ τρίγωνα συνελθόντα τετράγωνον ποιεῖ, ἐξ ὁποίων ἕξ τετραγώνων ὁ κύβος
            συνίσταται· τῷ δὲ δωδεκαέδρῳ εἰς τὸ πᾶν ὁ θεὸς κατεχρήσατο, διότι ζώδιά τε ἐν οὐρανῷ
            θεωρεῖται δώδεκα ἐν τῷ ζωδιακῷ κύκλῳ καὶ ἕκαστον αὐτῶν εἰς μοίρας τριάκοντα
            διαιρεῖται, παραπλησίως καὶ ἐπὶ τοῦδωδ́εκαέδρου ἐκ πενταγώνων ὄντος δώδεκα,
            διαιρουμένων εἰς <pb facs="platonisdialogi06plat_0215"/>πέντε τρίγωνα, ὥστε ἕκαστον δι᾽
            ἕξ τριγώνων εἶναι, ἐν ὅλῳ τῷ δωδεκαέδρῳ τριακοσίων ἑξήκοντα εὑρισκομένων τριγώνων,
            ὁπόσαι καὶ ἐν τῷ ζωδιακῷ μοῖραι οὖσαι τυγχάνουσι. τούτοις οὖν ὑπὸ τοῦ θεοῦ ἡ ὕλη
            τυπωθεῖσα ἐκινεῖτο μὲν τὸ πρῶτον τοῖς ἴχνεσιν ἀτάκτως, εἶτα ὑπὸ τοῦ θεοῦ πρὸς τάξιν
            ἤχθη, ἁρμοσθέντων πάντων ἀναλογίᾳ πρὸς ἄλληλα· οὐ μένει δὲ ταῦτα διακριθέντα κατὰ χώραν,
            ἄπαυστον δὲ ἔχει σεισμὸν καὶ τῇ ὕλῃ παρέχει, διότι τῇ τοῦ κόσμου περιφορᾷ σφιγγόμενα
            συνωθεῖται καὶ συνελαυνόμενα πρὸς ἄλληλα φέρεται τὰ λεπτομερέστερα εἰς τὰς τῶν
            ἁδρομερεστέρων χώρας. διὰ τοῦτο δὲ μηδὲν κενὸν ὑπολείπεται σώματος ἔρημον, καὶ ἡ
            ἀνωμαλότης δὲ διαμένουσα τὸν σεισμὸν παρέχεται· ὑπό τε γὰρ τούτων ἡ ὕλη σείεται καὶ
            ταῦτα ὑπ᾽ ἐκείνης. </p></div></div></body></text></TEI>