<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="12"><p rend="indent">Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ
            παραδείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς ἐπιστήμας γίνεσθαι καὶ τους ὅρους· παρὰ
            πάντας γὰρ <pb facs="platonisdialogi06plat_0213"/>ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ
            παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῶα ζῶον ἀγένητον καὶ ἄφθαρτον, ὅν τρόπον
            σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεται πολλὰ καὶ ἑνὸς ανδρὸς εἰκόνες μυρίαι ἐπὶ μυρίαις, τῆς
            ἰδέας οὔσης αἰτίας ἀρχὴν τοῦ εἶναι ἕκαστον τοιοῦτον, οἷον αὐτὴ ὑπάρχει· ἀναγκαῖον καὶ
            τὸ κάλλιστον κατασκεύασμα τὸν κόσμον ὑπὸ τοῦ θεοῦ δεδημιουργῆσθαι πρός τινα ἰδέαν κόσμου
            ἀποβλέποντος, παράδειγμα ὑπάρχουσαν τοῦδε τοῦ κόσμου ὡς ἂν ἀπεικονισμένου ἀπ᾽ ἐκείνης,
            πρὸς ἣν ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργοῦ αὐτὸν ἀπειργάσθαι κατὰ θαυμασιοτάτην πρόνοιαν
            καὶ δίαιταν ἐλθόντος ἐπὶ τὸ δημιουργεῖν τὸν κόσμον, διότι ἀγαθὸς ἦν. ἐκ τῆς πάσης οὖν
            ὕλης αὐτὸν ἐδημιούργει· ἥν ἀτάκτως καὶ πλημμελῶς κινουμένην πρὸ τῆς οὐρανοῦ γενέσεως ἐκ
            τῆς ἀταξίας παραλαβὼν πρὸς τὴν ἀρίστην ἤγαγε τάξιν, ἀριθμοῖς πρέπουσι τὰ μέρη κοσμήσας
            αὐτοῦ καὶ σχήμασιν, ὥστε διακρίναι ὅπως νῦν ἔχει πῦρ τε καὶ γῆ πρὸς ἀέρα τε καὶ ὕδωρ,
            ἴχνη μὲν τέως ἔχοντα καὶ τὸ δεκτικὸν τῆς τῶν στοιχείων δυνάμεως, ἀλόγως δὲ καὶ ἀμέτρως
            σείοντά τε τὴν ὕλην καὶ πρὸς ταύτης σειόμενα. ἐξ ἑκάστου γὰρ ὅλου τῶν τεττάρων αὐτὸν
            στοιχείων ἐγέννησε, πυρός τε παντὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος, οὐδὲν μέρος οὐδενὸς
            ἀπολιπὼν οὐδὲ δύναμιν, διανοηθεὶς πρῶτον μὲν ὅτι σωματοειδὲς χρὴ τὸ γενόμενον εἶναι καὶ
            πάντως ἁπτόν τε καὶ ὁρατόν, χωρὶς δὲ πυρὸς καὶ γῆς οὐχ οἷόν τε οὔτε ὁρατόν τι εἶναι
            οὔτε ἁπτόν· κατὰ δὴ τὸν εἰκότα λόγον ἐκ γῆς αὐτὸν καὶ πυρὸς ἐποίησεν· ἐπεὶ δὲ καὶ δεσμὸν
            ἔδει τινὰ συναγωγὸν ἀμφοτέρων ἐν μέσῳ γενέσθαι, θεῖος δὲ δεσμὸς ὁ τῆς ἀναλογίας, ὅς
            ἑαυτόν τε καὶ τὰ συνδούμενα πέφυκεν ἕν ποιεῖν, ἐπίπεδός τε οὐκ ἦν ὁ κόσμος — ἀπέχρη
            γὰρ ἂν αὐτῷ μία μεσότης — σφαιροειδὴς δέ, δυοῖν ἐδέησεν αὐτῷ μεσοτήτων εἰς συναρμογήν·
            διὰ τοῦτο πυρὸς ἐν μέσῳ καὶ γῆς ἀήρ τε καὶ ὕδωρ ἐτάχθη κατὰ τὸν τῆς ἀναλογίας τρόπον·
            ὥστε ὡς ἔχει πῦρ πρὸς ἀέρα, οὕτως ἔχειν ἀέρα τε πρὸς ὕδωρ καὶ τοῦτο πρὸς γῆν καὶ
            ἀνάπαλιν. τῷ δὲ μηδὲν ἔξωθεν ὑπολείπεσθαι καὶ μονογενῆ τὸν κόσμον ἐποίησε καὶ κατὰ τὸν
            ἀριθμὸν τῇ ἰδέᾳ εἰκασμένον μιᾷ οὔσῃ, πρός τε τούτοις ἄνοσον καὶ ἀγήρω, ἅτε αὐτῷ μηδενὸς
            προσιόντος τοῦ κηραίνειν πεφυκότος, αὐτάρκη τε καὶ οὐδενὸς ἔξωθεν δεόμενον· σχῆμα δ᾽
            αὐτῷ περιέθηκε τὸ σφαιροειδές, εὐμορφότατον <pb facs="platonisdialogi06plat_0214"/>σχημάτων καὶ πολυχωρότατον καὶ εὐκινητότατον· καὶ ἐπεὶ οὔτε ὁράσεως ἐδεῖτο οὔτε
            ἀκοῆς οὔτε μὴν ἄλλου τοιούτου τινός, οὐ προσῆψεν αὐτῷ τοιαῦτα ὄργανα πρὸς ὑπηρεσίαν,
            ἀφελόμενος δὲ τὰς λοιπὰς κινήσεις μόνην αὐτῷ δέδωκε τὴν κυκλοφορικήν, νοῦ καὶ φρονήσεως
            οἰκείαν ὑπάρχουσαν. </p></div></div></body></text></TEI>