Καὶ μὴν καὶ αἱ ποιότητες τοῦτον τὸν τρόπον δεικνύοιντ᾽ ἂν ἀσώματοι. πᾶν σῶμα ὑποκείμενόν ἐστιν, η δὲ ποιότης οὐχ ὑποκείμενόν ἐστιν, ἀλλὰ συμβεβηκός· οὐκ ἄρα σῶμα ἡ ποιότης. πᾶσα ποιότης ἐν ὑποκειμένῳ, οὐδὲν δὲ σῶμα ἐν ὑοκειμένῳ, οὐκ ἄρα σῶμα ἡ ποιότης· ἔτι ποιότης ποιότητι ἐναντίον, οὐ μὴν καὶ σῶμα σώματι, σῶμά τε σώματος καθόσον σῶμα οὐδενὶ διαφέρει, ποιότητι δὲ διαφέρει καὶ οὐ μὰ Δία σώμασιν· οὐκ ἄρα σώματα αἱ ποιότητες. εὐλογώτατόν τε, ὡς ἡ ὕλη ἄποιος, τὴν ποιότητα ἄυλον εἶναι· εἰ δὲ ἡ ποιότηςἄυλος,ασωματος ἂν εἴη ἡ ποιότης. εἴ γε μὴν σώματα καὶ αἱ ποιότητες, δύο καὶ τρία σώματα ἔσται ἐν τῷ αὐτῷ τόπω, ἀτοπωτάτουτούτου ὑπάρχοντος· εἰ δὲ αἱ ποιότητες ἀσώματοι, καὶ τὸ δημιουργικὸν τούτων ἀσώματον. ἔτι τὰ ποιοῦντα οὐκ ἂν ἄλλα εἴη ἢ τὰ ἀσώματα· παθητικὰ γὰρ τὰ σώματα καὶ ῥευστὰ καὶ οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὐδὲ μόνιμα καὶ ἔμπεδα, ἅ γε καὶ ἐν οἷς δοκεῖ τι ποιεῖν πολὺ πρόσθεν εὑρίσκεται πάσχοντα· ὥσπερ οὖν ἔστι τι παθητικὸν εἱλικρινῶς, οὕτως ἀναγκαῖον τὶ εἶναι καὶ ἀτρεκῶς ποιητικόν· οὐκ ἄλλο δὲ εὕροιμεν ἂν τοῦτο ἢ ἀσώματον. ὁ μὲν δὴ περὶ τῶν ἀρχῶν λόγος τοιοῦτος ἄν τις εἴη θεολογικὸς λεγόμενος· ἐπὶ δὲ τὸν καλούμενον φυσικὸν τόπον ἑξῆς χωρητέον ἐντεῦθέν ποθεν ἀρξαμένους.