<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0676.tlg001.1st1K-grc1" xml:lang="grc"><l n="1"><pb facs="poetaebucoliciet00amei_0437"/>Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω </l><l n="2">Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ, </l><l n="3">Ὁφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι </l><l n="4">Ἀρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης. </l><l n="5">Καί σοι δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ </l><l n="6">Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας. </l><l n="7">Ὅσσα δʼ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν </l><l n="8">Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει. </l><l n="9">Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ </l><l n="10">Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν· </l><l n="11">Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς </l><l n="12">Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις· </l><l n="13">Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους, </l><l n="14">Ἔνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου· </l><l n="15">Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω </l><l n="16">Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην· </l><l n="17">Στῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο </l><l n="18">Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν· </l><l n="19">Διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης· </l><l n="20">Διστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ· </l><l n="21">Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε </l><l n="22">Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός· </l><l n="23">Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα </l><l n="24">Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον </l><l n="25">Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν <pb facs="poetaebucoliciet00amei_0438"/></l><l n="26">Ἐν δαπεδοῖς * Bάκτης, ἀλλὰ διὰ στομάτων. </l><l n="27">Λεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς, </l><l n="28">Τημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον. </l></div></body></text></TEI>