Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ, Ὁφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι Ἀρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης. Καί σοι δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας. Ὅσσα δʼ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει. Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν· Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις· Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους, Ἔνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου· Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην· Στῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν· Διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης· Διστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ· Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός· Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν Ἐν δαπεδοῖς * Bάκτης, ἀλλὰ διὰ στομάτων. Λεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς, Τημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον.