πρὸϲ δὲ τὰϲ ἐκ τῶν πληγῶν αἱμορραγίαϲ ἴϲχαιμον δοτέον Ἑρμᾶ τοῦ θηριακοῦ· χαλκίτεωϲ, μελαντηρίαϲ, ἀραχνῶν ἀνὰ ?? α ὁμοῦ λεάναϲ χρῶ. θ περὶ διαίτηϲ καὶ θεραπείαϲ. τροφαῖϲ δὲ χρηϲτέον δριμείαιϲ, εὐαναδότοιϲ, φυϲώδεϲιν, πληκτικαῖϲ, οἷον ϲκορόδοιϲ, κρομμύοιϲ, ταρίχοιϲ, πεπέρει, ῥαφάνοιϲ· οἴνοϲ πολὺϲ καὶ ἄκρατοϲ. ϲυμφέρει δὲ αὐτοῖϲ πᾶϲα κίνηϲιϲ καὶ αἰώρα πολλὴ καὶ ἡμέραϲ καὶ νυκτόϲ. 3 SIM. Paul. Aeg. V 2. 21 SIM. Ael. Pr. (fol. 475v). 1 καὶ addidi 4 λαμβάνονται P: λαμβάνεται D 7 ἡ corr. Krumb.: ηϲ P ϲκε///λετευομένη (c. 2 litt. del.) P ἐπαναϲχεθεῖϲα P: ϲχιϲθεῖϲα D: correxi 11 ποτίματα P 13 ὀβολου P: correxi 14 ταῦτα δὲ δεῖ (om. MF) μέλιτι ἀναλαμβάνειν D 16 φυραθέντα D: ψυυραθέντα P 17 χυλῷ D: χυλοῦ P 18 ἡμικοτύλιον D: ἡμικοτυλίου P 22 δοτέον addidi ex Pr. 22—23 Ἐρμᾶ τοῦ scripsi. Ἔρματοϲ P, cf Aet. VIII 49 1 ἀντίδοτοι θηριακαὶ καὶ ἔμπλαϲτροι ποιοῦϲαι καὶ πρὸϲ ἄλλα. 10 1 ἀντίδοτοϲ πρώτη, ποιοῦϲα κοινῶϲ πρὸϲ πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺϲ λυϲϲοδήκτουϲ, παρὰ πολλοῖϲ διατεϲϲάρων καλουμένη. δίδοται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθοϲ, ϲκορπιοπλήκτοιϲ μὲν μετ’ οἴνου αὐϲτηροῦ ἅπαξ τῆϲ ἡμέραϲ εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίϲ — πρὸϲ δὲ λυϲϲοδήκτουϲ δίδου με θ’ ὕδατοϲ ἡμέραν παρ′ ἡμέραν ἐπὶ ἡμέραϲ μβ, προϲμίϲγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν. τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.