9 ὅταν δὲ αὐτοῖϲ τοῦτο αὐτάρκωϲ ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦϲι καὶ καταπλάϲϲουϲι κρομμύοιϲ ἢ καὶ ἄλλῳ τινὶ τῶν εἰρημένων, ὡϲ ἂν τῇ ὑγρῇ πίϲϲῃ μεθ᾿ ἁλῶν λείων θερμοτέρων καταπλαϲϲομένῃ· ϲπουδαίωϲ δὲ βοηθεῖ αὐτὴ καινοποιηθεῖϲα ϲυνεχέϲτερον. ἀρήγει δὲ αὐτοῖϲ καὶ κατάντληϲιϲ δι᾿ ὄξουϲ καὶ θαλάϲϲηϲ καὶ οὔρου, ἐν ῷ καλαμίνθα ἐνήψηται. 10 εἰϲὶ δὲ καὶ ἔμπλαϲτροι δριμύταται, δυνάμεναι τὸν ἰὸν ἐπιϲπᾶϲθαι καὶ διακρατεῖν καὶ διαφορεῖν, ὡϲ ἡ δι᾿ ἁλῶν ἢ διὰ νίτρου καὶ ϲινάπεωϲ καὶ κάχρυοϲ προϲφερομένη. ταῦτα δὲ ἑξῆϲ ῥητέον.