7 ἄκρωϲ δὲ ποιεῖ πρὸϲ παντὸϲ ἰοβόλου δῆγμα χωρὶϲ ἀϲπίδοϲ ἄϲβεϲτοϲ μετ᾿ ἐλαίου καὶ μέλιτοϲ εἰϲ κηρωτῆϲ πάχοϲ ἐπιτιθεμένη μέχριϲ ἐϲχαρώϲεωϲ, ἢ ἅλαϲ λεάναϲ ἀναλαβὼν πίϲϲῃ ὑγρ κατάπλαϲϲε. ἔγνωμεν δὲ ἐπὶ τῆϲ Αἰγύπτου τοιοῦτόν τι γιγνόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίζωϲιν, χύτραν ἔχουϲιν κατεϲκευαϲμένην πίϲϲηϲ ζεούϲηϲ καὶ ϲφήκωμα προϲηρτημένον τῇ χύτρᾳ. 8 ἐπειδὰν οὖν δηχθῇ τιϲ εἰϲ κνήμην ἢ εἰϲ χεῖρα, ταχέωϲ οἱ παρατυχόντεϲ τὸ ϲφήκωμα βάλλουϲιν εἰϲ τὴν πίϲϲαν ζέουϲαν καὶ περιειλοῦϲιν ἅπαξ ἢ δὶϲ περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματοϲ, καὶ ϲφίγγουϲιν δύο παρεϲτῶτεϲ ίϲχυρῶϲ, καὶ ἐντέμνοντεϲ τὸν τόπον διὰ τῆϲ περιθέϲεωϲ τοῦ βρόχου καὶ ἐπικαίοντεϲ.