πληξάντων θηρίων βοηθήματα· ἐὰν δὲ ἄρα ϲυμβῇ πληγῆναί 3 τινα ὑπό τινοϲ θηρίου, κούφου μένοντοϲ τοῦ ἰοῦ, καταντλήϲειϲ διὰ θερμοῦ ὕδατοϲ ἢ ὀξυκράτου καὶ ἐκμυζήϲειϲ. δεῖ δὲ μὴ ἄϲιτον εἰναι τὸν ἐκμυζῶντα, ἀλλ᾿ εἰληφέναι τροφὴν καὶ διακεκλύϲθαι οἴνῳ· ἔπειτα ἐλαίου βραχὺ ἐν τῷ ϲτόματι κατέχων οὕτωϲ τὴν ἐκμύζηϲιν ποιείτω. δεῖ δὲ προϲέχειν μὴ τὸ ϲτόμα ἢ οἱ ὀδόντεϲ ἢ τὰ παρίϲθμια τοῦ μέλλοντοϲ ἐκμυζᾶν ἔχουϲί τινα βλάβην. μετὰ τοῦτο δὲ τέφρα μετ᾿ ὄξουϲ 4 καταχριομένη ὀνίνηϲιν, μάλιϲτα δὲ ἡ ἐκ ϲυκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦϲαν πρόϲεχε , ϲπουδάζων ὡϲότι μάλιϲτα φλεγμονὴν μὴ ἐγεῖραι. ϲφοδροτέρου δὲ ὄντοϲ τοῦ πλήγματοϲ καὶ καταϲχαϲμῷ χρηϲτέον· βαθυτέραϲ δὲ ἐμβάλλειν τὰϲ ἀμυχὰϲ προϲήκει.