8 ἄλλο· ἄνηθον ξηρὸν κατακαύϲαϲ πλήρωϲον τὸ δῆγμα, καὶ πεμπταῖον λύϲαϲ εὑρήϲειϲ καθαρόν. ἄλλο· φύλλα κράμβηϲ, ἰὸν χαλκοῦ, πήγανον καὶ ἅλαϲ ἐπιτίθει. Ϛ θυμιάματα ἑρπετῶν. 1 ἐκ τῶν Ἀλρχιγένουϲ· ὁπλαὶ αἰγῶν καὶ τρίχεϲ θυμιώμεναι πόρρωθεν· ἀναϲτέλλεται γὰρ τὰ ἑρπετὰ τῇ τούτων ὀϲμῇ. ϲύνθετον θυμίαμα Φιλίνου τοῦ θηριακοῦ· χαλβάνηϲ, κάχρυοϲ τῆϲ ῥίζηϲ, κέρατοϲ ἐλαφείου, μελανθίου ἀνὰ ?? α λεάναϲ πάντα ἀναλάμβανε ὄξει , ποιῶν τροχίϲκουϲ.