6 ὁ δὲ καθηγητὴϲ ἐνεργέϲτερον ποιῶν καὶ ϲκόροδα ϲυνελέαινεν. πρὸϲ οὐν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλαϲ λεῖον ϲὺν μέλιτι κατάπλαϲϲε, ἄχριϲ οὗ πλήρη ῇ. τινὲϲ δὲ καὶ κρόμμυον προϲμίϲγουϲιν καὶ ὄξουϲ καὶ οὕτωϲ χρῶνται. αὐτοῖϲ δὲ τούτοιϲ τοῖϲ βοηθήμαϲιν χρηϲτεον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸϲ τὰϲ ἑκατέρων διαθέϲειϲ. 7 | ἐκ δὲ τῶν Θεοδώρου· ὑὸϲ κόπρον κατακαύϲαϲ καὶ ἀναλύϲαϲ ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράϲον τούτῳ μίϲγειν.