ἐκ δὲ τοῦ Cτράτωνοϲ· ὀϲτέα μόϲχεια καύϲαϲ, ἕωϲ λευκὰ 2 γένηται, ἀνα|λάμβανε πίϲϲῃ ὑγρᾷ ἢ μέλιτι ἢ ἀμφοτέροιϲ καὶ ἐντίθει. ἄλλο· μάννην λεάναϲ μετ᾿ ἐλαίου καὶ οἴνου κατάπλαϲϲε. περὶ κυνοδήκτων. ἐπὶ δὲ τῶν κυνοδήκτων εὐθέωϲ μὲν καταρραίνων 3 ὄξοϲ πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα, εἰτα νίτρον μετ᾿ ὄξουϲ τρίψαϲ κατακρούνιζε ἄνωθεν, εἰτα ὀρόβινον ἄλευρον φυράϲαϲ ἐλαίῳ ἐπιτίθει, ἢ ϲπόγγον καινὸν ἢ ἔριον οἰϲυπηρὸν ὄξει καὶ ἐλαίῳ βεβρεγμένον, ἢ καινὸν ϲπόγγον ὕδατι ψυχρῷ βρέξαϲ ἢ ὀξυκράτῳ ἢ ὄξει ἡμέραϲ τρεῖϲ ἔαϲον ἐπικεῖϲθαι, καταβρέχων τοῖϲ ἄνω εἰρημένοιϲ· ἐξόχωϲ γὰρ ποιεῖ καὶ εἰϲ τέλοϲ ἀφυγιάζει.