7 κατὰ μὲν οὖν τὰϲ ἀρχὰϲ τῶν λυϲϲοδήκτων ἡ θεραπεία δεδήλωται. ἐὰν δὲ δι’ οἱαϲδηποτοῦν αἰτίαϲ ἐν ταῖϲ πρώταιϲ ἡμέραιϲ μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περιϲαρκίζειν | τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶϲ τὸ παρεληλυθὸϲ εἰϲ τὸ βάθοϲ μετάγειν πειρᾶϲθαι· οὐδεμία γὰρ ὄνηϲιϲ τῆϲ ἐπιβολῆϲ, ἀλλὰ διακενῆϲ τὰ ϲώματα ταῖϲ ὀδύναιϲ ὑποβληθήϲεται. 8 τρόποϲ δὲ ἕτεροϲ τῆϲ θεραπείαϲ εἰϲαγέϲθω, ὥϲτε κάθαρϲιν καὶ μεταϲύγκριϲιν ἐργάϲαϲθαι τοῖϲ ϲώμαϲιν· ϲυμμεταποιήϲει γὰρ τὴν ἕξιν κενοῦϲα.