4 5 περὶ τῶν ἐν προλήψει γεγονότων ὑδροφόβων ἀπὸ λυϲϲοδήκτων. 6 δεῖ δὲ γινώϲκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθουϲ ἐγκατάϲκηψιϲ οὐ μίαν οὐδὲ ὡριϲμένην ἔχει προθεϲμίαν· ὡϲ ἐπὶ τὸ πλεῖϲτον γὰρ περὶ τὴν τεϲϲαρακοϲτὴν ἡμέραν εἴωθεν τοῖϲ ἀμεληθεῖϲιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοιϲ ἀπήντηϲεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν ἑώραται. ἱϲτοροῦϲι δέ τινεϲ μετὰ ἑπταετίαν ἐνίουϲ ἁλῶναι τῷ πάθει.