ἐκ δὲ τοῦ 15 ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητοϲ, δι᾿ ἧϲ δοκιμαϲίαϲ ἐν τῇ θεραπείᾳ εὑρίϲκεται ὁ ἰὸϲ ἐν τῷ οὔρῳ τοῦ δηχθέντοϲ· ἰοῦ ξυϲτοῦ, ἁλὸϲ ἀνὰ ?? δ, ϲτέατοϲ μοϲχείου ?? ιβ καθ᾿ ἓν καὶ ὁμόϲε τρίψαϲ χρῶ, ἐμπάϲϲων εἰϲ ϲπληνίον. φύλαϲϲε δὲ τοῦ κάμνοντοϲ τὸ οὐρὸν ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήϲειϲ ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου. ε περὶ κυνοδήκτων καὶ ἀνθρωποδήκτων. Ἀρχιγένηϲ ἐν τῷ ε βιβλίῳ τῶν Κατὰ γένοϲ φαρμάκων οὕτωϲ· 1 τοὺϲ δὲ ἀνθρωποδήκτουϲ προχρίϲαϲ ἐλαίῳ μαράθρου ῥίζαν λειώϲαϲ μετὰ μέλιτοϲ, ἄχρι ἂν καθαρθῇ τὸ ἕλκοϲ, χρῶ, εἰτα ϲμύρναν καὶ τερεβινθίνην ἴϲα ἀναλαβὼν ὡϲ μάλαγμα ἐπιτίθει· ἢ χάλκανθον κεκαυμένην μέλιτι ἑφθῷ ἀναλαβὼν ὡϲ κουλλούριον ἐντίθει, καὶ οὕτωϲ ἀνακαθάραϲ παρακόλλα.