11 τοϲαύτην δὲ ἰϲχὺν προϲφέρεται τὸ βοήθημα τοῦτο, ὥϲτε καὶ τῶν ἤδη ϲυνῃϲθημένων τοῦ ὑδροφόβα περιϲωθῆναί τιναϲ, λαβόνταϲ τὸν ἐλλέβορον εὐθὺϲ ἐν τῷ πρώτῳ τῶ καταπειραϲμῷ τοῦ ϲυμπτώματοϲ· τοὺϲ γὰρ ἤδη κατεϲχημένουϲ οὔτε οὗτοϲ οὔτε ἄλλο τι περιποιῆϲαι δύναται. 12 πρὸϲ ὑδροφόβαϲ τὸ διὰ πυτίαϲ. πυτίαϲ λαγωοῦ, Λημνίαϲ ϲφραγῖδοϲ, ἀρκευθίδων, γεντιανῆϲ ἀνὰ ⩹ δ, δαφνίδων, ϲμύρνηϲ ἂνὰ ⩹ η ἀναλάμβανε μέλιτι.