τινὲϲ δὲ οἴονται τοὺϲ μεμαϲημένουϲ ἀντιπαθέϲ 4 τι ἔχειν ἀπὸ τῆϲ τῶν διαμαϲηϲαμένων νηϲτείαϲ· οὐ μὴν τοῦτο βέβαιόν ἐϲτιν, ἀλλ’ ἑκατέρωϲ αὐτοῖϲ χρηϲτέον. εἰ δ’ ὅπερ γίνεται πλειϲτάκιϲ 5 αἱ· οὐλαὶ ϲυνερχόμεναι φθάνοιεν πρὸ τῶν τεϲϲαράκοντα ἡμερῶν, διὰ χειρὸϲ αὐτὰϲ ἀναξαίνειν προϲήκει, περιϲαρκίζονταϲ καὶ ἐντέμνονταϲ καὶ ἐπικαίονταϲ πάλιν, ἐὰν οὕτω τύχῃ· καὶ ἐκ τρίτου τε καὶ τετάρτου τὰ αὐτὰ ποιητέον. παρελθούϲηϲ δὲ τῆϲ ὡριϲμένηϲ προθεϲμίαϲ, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖϲ ἕλκεϲιν, ἐμπλάϲτρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ καὶ ϲιναπιϲτέον.