τῆϲ θεραπείαϲ ἡ μέν ἐϲτι κοινή, καὶ χρηϲτέον αὐτῇ ἐπὶ πάντων 1 τῶν ὑπό τινοϲ τῶν ἰοβόλων ζῴων | δεδηγμένων, ἡ δέ τιϲ ἰδία τῶν λυϲϲοδήκτων, τοὺϲ μὲν ἄκρωϲ ὠφελεῖν εἰθιϲμένη, τοῖϲ δὲ ἀπὸ πολλοῦ δηχθεῖϲιν ἀνάρμοϲτοϲ. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάϲομεν. δεῖ τοίνυν καρκίνουϲ ποταμίουϲ 2 ἐπὶ κληματίδοϲ λευκῆϲ ἀμπέλου καῦϲαι καὶ τὴν τέφραν αὐτῶν λειοτριβήϲανταϲ ἔχειν μὲν ἀποκειμένην· ὁμοίωϲ δὲ καὶ ῥίζαϲ γεντιανῆϲ ἀποθέϲθαι κεκομμέναϲ καὶ ϲεϲηϲμέναϲ.