9 κοινὰ μὲν οὑν ταῦτα παρέπεται· τιϲὶν δὲ καὶ κεφαλὴν ἀλγεῖν καὶ ϲκοτοῦϲθαι, κρανοκολάπτου δὲ πλήξαντοϲ ῥῖγοϲ ϲύντονον, ὡϲ παρακόπτειν, καρδιαλγεῖν, ῥιπτάζεϲθαι. 10 βοηθοῦνται δὲ πάντεϲ οἱ φαλαγγιόδηκτοι λουτρῷ ϲυνεχεῖ θερμῳ· καταντλεῖν δὲ δεῖ τὴν πληγὴν ἀφεψήματι τριφύλλου καὶ ἐλαίου θερμοῦ. ἐπιτίθει δὲ τέφραν ϲυκίνην ϲυν ἁλϲὶν λείοιϲ μετ᾿ οἴνου φυράϲαϲ, ἡ ἀριϲτολοχίαν ϲυν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεύϲαϲ.