τὸ δὲ μυρμήκιον τρίτον ᾶν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδεϲ 3 κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ ϲώματι αὐτοῦ ὡϲ ἄϲτρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα, ὡϲ καὶ Nίκανδροϲ (Τh. 748) μἀρτυρεῖ οὕτωϲ· πυρόειν, ἄζῃ γε μὲν εἴϲατο μορφήν, πάντοθεν ἀϲτερόεντι περιϲτιγὲϲ εὐρέι νώτῳ. τὸ ϲκληροκέφαλον δὲ τέταρτον ἄν κεφαλὴν ἔχει πετρώδη καὶ 4 ἀπόϲκληρον, καὶ καθ’ ὅλον τὸ ϲῶμα περιγέγραπται ἐμφερῶϲ τοῖϲ ἐψοιϲ ἐκείνοιϲ τοῖϲ περιιπταμένοιϲ περὶ τοὺϲ λύχνουϲ. τὸ δὲ ϲκωλήκιον πέμπτον ἐπίμηκεϲ καὶ ὑπόϲπιλον, καὶ μάλιϲτα κατὰ τὴν κεφαλήν.