ἀντίδοτοϲ ποιοῦϲα πρὸϲ φαλαγγιοδήκτουϲ καὶ τρυγόναϲ καὶ 15 15 δράκονταϲ θαλαϲϲίουϲ, καὶ ϲμυραίνηϲ καὶ πάντων τῶν τοιούτων γενῶν πληγάϲ. ἐϲτὶ δὲ ἀρίϲτη· ἀριϲτολοχίαϲ, ἵρεωϲ Ἰλλυρικῆϲ, ναρδοϲτάχυοϲ, πυρέθρου, δαύκου ϲπέρματοϲ, βρυωνίαϲ ῥίζηϲ, γλυκυϲίδηϲ ῥίζηϲ, ἐλλεβόρου μέλανοϲ, ἀφρονίτρου, κυμίνου, κονύζηϲ, ϲταφίδοϲ ἀγρίαϲ, δαφνίδων, κυτίνων, πετροϲελίνου ϲπέρματοϲ, κιναμώμου, ϲπονδυλίου, ἁλῶν, πιτύαϲ λαγωοῦ, καρκίνου ποταμίου, χαλβάνηϲ, ὀποῦ μήκωνοϲ, βαλϲάμου· πάντων ἴϲα βαλὼν εἰϲ ὅλμον, κόψαϲ καὶ ϲήϲαϲ, ἀνάπλαϲϲε μετὰ καππάρεωϲ χυλοῦ δραχμιαίουϲ τροχίϲκουϲ, καὶ δίδου πιεῖν μετὰ δυο κυάθων οἴνου.