11 κατάντλει δὲ θερμοτερᾳ θαλάϲϲῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελιϲϲοφύλλου ἀφεψήματι — ταύτηϲ δὲ καὶ τὰ φύλλα ἐπιπλάϲϲειν —, ἡ βολβοῖϲ ἡ πολυγόνῳ ή πράϲοιϲ ἢ πιτύροιϲ ἀνεζεϲμένοιϲ ὄξει ἡ κριθίνοιϲ ἀλεύροιϲ ϲυγκαθηψημενων φύλλων δάφνηϲ ϲὺν οἴνῳ, ἡ ϲπόγγον καινὸν εἰϲ ὄξοϲ ἀποβάπτων πυρία τὴν πληγήν. 12 πότιζε δὲ ἀεροτόνου τὸ ϲπέρμα καὶ ἄνη θον καὶ ἀριϲτολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιοπικὸν καὶ κεδρίδαϲ λείαϲ καὶ πλατάνου φλοιὸν καὶ τὸ ϲπέρμα τῆϲ τριφύλλου πόαϲ, ἑκάϲτου κατ᾿ ἰδίαν δίδοται ⩹ β μετ᾿ οἴνου ӄ ᾱ·