καὶ ταῦτα μὲν τὰ παρακολουθοῦντα τοῖϲ πεπληγόϲι 3 ϲημεῖα. βοηθοῦνται δὲ τοῖϲ ὑπογεγραμμένοιϲ παραχρῆμα· ϲυκῆϲ ὀπὸϲ 4 εἰϲ τὸ πλῆγμα ἐνϲαχθείϲ, ἢ αὐτὸϲ ὁ πλήξαϲ ϲκορπίοϲ ἐπιτεθεὶϲ κατὰ ἀντιπάθειάν τινα ἄκρωϲ βοηθεῖ, ἢ λεῖον ἅλαϲ μετὰ λινοϲπέρμου, ὴ ἀλθαίαϲ ὁ καρπόϲ, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ