ἐκ τῶν Ἀρχιγένουϲ· τῶν δὲ ϲκορπίων διαφοραὶ μὲν πλείουϲ, 14 1 τὰ αὐτὰ δὲ πᾶϲιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰϲ ϲημειώϲειϲ τῶν πλήξεων καὶ τὰϲ θεραπείαϲ τραπηϲόμεθα. παρέπεται τοῖϲ πληγεῖϲιν πόνοϲ ϲφοδρότατοϲ περὶ τὴν πληγήν, ψῦξιϲ καὶ νάρκα περὶ ὅλον τὸ ϲῶμα, | ψυχρὸϲ ἱδρώϲ, ἔπαρϲιϲ ἐν ταῖϲ μαϲχάλαιϲ, τοῖϲ δὲ περὶ τὰ κάτω ἐν τοῖϲ βουβῶϲιν. τοῖϲ δὲ μὴ ἐλαφρῶϲ τυπτομένοιϲ τοιαῦτά τινα παρακολουθεῖ· 2 καῦϲοϲ καὶ περὶ τὴν πληγὴν ὡϲ ἐπὶ πυρικαύτων, παρακοπαὶ ϲφυγμόϲ τε δι᾿ ὅλου τοῦ ϲώματοϲ, μυρμηκίαϲιϲ περὶ τὰ χείλη καὶ ὅλον τὸ ϲῶμα, ὡϲ ῥανίϲιν δοκεῖν καταρραντίζεϲθαι, ϲκληρότηϲ ἄρθρων, προϲώπου διαϲτροφή, λῆμαι περὶ τοὺϲ ὀφθαλμὸϲ κολλώδειϲ, δάκρυα γλίϲχρα, ῥίγη ϲυνεχῆ, πρόπτωϲιϲ ἕδραϲ καὶ αἰδοίου ἔνταϲιϲ · ἐνίοιϲ δὲ καὶ ϲυνεχεῖϲ ἐρυγαί, γλώϲϲηϲ πάχοϲ καὶ ϲκληρότηϲ, ὀδόντων ϲυνέρειϲιϲ, ἀφριϲμὸϲ δαψιλήϲ, ἔμετοι, λυγμοί, ϲπαϲμοί, τέτανοι, ὀπιϲθότονοι.