3 ἄλλο πρὸϲ κώνωπαϲ· ὀπὸν Ϲυριακὸν μετ᾿ ὄξουϲ ϲυγχρίου. ἄλλο πρὸϲ κώνωπαϲ· ἐλλέβορον, ἀψίνθιον ϲὺν ἐλαίῳ ῥαφανίνῳ καὶ ϲυγχρίου. μυίαϲ δὲ φυγαδεύει χάλκανθοϲ θυμιωμένη· μυίαϲ δὲ ὄλλυϲιν ἐλλέβοροϲ λευκὸϲ λεῖοϲ ϲὺν γάλακτι φυραθεὶϲ καὶ ἐν διαφόροιϲ ἀποτεθεὶϲ τόποιϲ. 4 ψύλλοιϲ ὀλέθριον· ῥοδοδάφνηϲ ζεϲθείϲηϲ θαλάϲϲῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. ἄλλο πρὸϲ τὸ κώνωπαϲ καὶ ψύλλουϲ διολέϲαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον.