1 ἐπειδὴ δὲ καὶ ταῦτα λυμαίνεται τῶν ἀνθρώπων τὰ ϲώματα, καὶ περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπεϲ οὐν ἀποθνήϲκουϲιν κεδρίνων πριϲμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέϲαϲ ἐν ἐλαίῳ καὶ προϲμίξαϲ τὴν χάλκανθον ϲυγχρίϲῃ, οὐ προϲεγγίζουϲι μυῖαι οὐδὲ κώνωπεϲ. 2 πρὸϲ δὲ τὸ ἀνελεῖν μυίαϲ ὑοϲκυάμου ϲπέρμα καὶ ἐλλέβορον μέλανα καὶ λιθάργυρον λείου μεθ᾿ ὕδατοϲ καὶ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ κνιϲώϲαϲ βουτύρῳ ϲκόρπιϲον, ἢ κυνοκράμβηϲ τὴν ῥίζαν λείαν μετὰ ϲτέατοϲ. πρὸϲ κώνωπαϲ δὲ ἀψίνθιον, μελάνθιον. χάλκανθον ἴϲα ϲὺν ἐλαίῳ ἑψήϲαϲ ϲυγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία.