προδιεϲαφήνιϲα δὲ τὰ παρακολουθοῦντα ταῖϲ τούτων πληγαῖϲ 1 ϲημεῖα οὐχὶ τῷ μεγάλην εἰναι τὴν δύναμιν ἢ ἐπικίνδυνον τὴν τούτων πληγήν, ἀλλ’ ὑπὲρ τοῦ τοὺϲ πεπληγόταϲ ἀπὸ τούτων μὴ τεταράχθαι διὰ τὴν ἀλγηδόνα, ὡϲ δοκεῖν ὑπό τινοϲ τῶν χαλεπῶν πεπληγέναι.| τοῖϲ τοίνυν πεπληγόϲιν ὑπὸ μελιϲϲῶν παρακολουθεῖ τὸ 2 τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν εἰναι τὸν τόπον, ἐπαίρεϲθαι τὰ κύκλῳ, τὸ κέντρον ἐγκεῖϲθαι τῷ πλήγματι, τοῖϲ δὲ ὑπὸ τῶν ϲφηκῶν πάλιν τὰ ὅμοια μετ’ ἐπιτάϲεωϲ πολλῆϲ, πλὴν τὸ κέντρον οὐκ ἐνυπάρχει.